Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 22 :: Morphological Greek New Testament (MGNT)

Luk 22:1ἤγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων λεγομένη πάσχα
Luk 22:2καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν
Luk 22:3εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα
Luk 22:4καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν
Luk 22:5καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι
Luk 22:6καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς
Luk 22:7ἦλθεν δὲ ἡμέρα τῶν ἀζύμων ἐν ἔδει θύεσθαι τὸ πάσχα
Luk 22:8καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
Luk 22:9οἱ δὲ εἶπαν αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμεν
Luk 22:10 δὲ εἶπεν αὐτοῖς ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται
Luk 22:11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας λέγει σοι διδάσκαλος ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
Luk 22:12κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε
Luk 22:13ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
Luk 22:14καὶ ὅτε ἐγένετο ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ
Luk 22:15καὶ εἶπεν πρὸς αὐτούς ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν
Luk 22:16λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
Luk 22:17καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς
Luk 22:18λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ βασιλεία τοῦ θεοῦ ἔλθῃ
Luk 22:19καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
Luk 22:20καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον
Luk 22:21πλὴν ἰδοὺ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης
Luk 22:22ὅτι υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται
Luk 22:23καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν
Luk 22:24ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων
Luk 22:25 δὲ εἶπεν αὐτοῖς οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται
Luk 22:26ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ᾽ μείζων ἐν ὑμῖν γινέσθω ὡς νεώτερος καὶ ἡγούμενος ὡς διακονῶν
Luk 22:27τίς γὰρ μείζων ἀνακείμενος διακονῶν οὐχὶ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς διακονῶν
Luk 22:28ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου
Luk 22:29κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι πατήρ μου βασιλείαν
Luk 22:30ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ
Luk 22:31Σίμων Σίμων ἰδοὺ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον
Luk 22:32ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου
Luk 22:33 δὲ εἶπεν αὐτῷ κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι
Luk 22:34 δὲ εἶπεν λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι
Luk 22:35καὶ εἶπεν αὐτοῖς ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἶπαν οὐθενός
Luk 22:36εἶπεν δὲ αὐτοῖς ἀλλὰ νῦν ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
Luk 22:37λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει
Luk 22:38οἱ δὲ εἶπαν κύριε ἰδοὺ μάχαιραι ὧδε δύο δὲ εἶπεν αὐτοῖς ἱκανόν ἐστιν
Luk 22:39καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί
Luk 22:40γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
Luk 22:41καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο
Luk 22:42λέγων πάτερ εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω
Luk 22:43ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν
Luk 22:44καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν
Luk 22:45καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης
Luk 22:46καὶ εἶπεν αὐτοῖς τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
Luk 22:47ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν
Luk 22:48Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως
Luk 22:49ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ
Luk 22:50καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν
Luk 22:51ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν
Luk 22:52εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων
Luk 22:53καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ὥρα καὶ ἐξουσία τοῦ σκότους
Luk 22:54συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως δὲ Πέτρος ἠκολούθει μακρόθεν
Luk 22:55περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο Πέτρος μέσος αὐτῶν
Luk 22:56ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν καὶ οὗτος σὺν αὐτῷ ἦν
Luk 22:57 δὲ ἠρνήσατο λέγων οὐκ οἶδα αὐτόν γύναι
Luk 22:58καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη καὶ σὺ ἐξ αὐτῶν εἶ δὲ Πέτρος ἔφη ἄνθρωπε οὐκ εἰμί
Luk 22:59καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν
Luk 22:60εἶπεν δὲ Πέτρος ἄνθρωπε οὐκ οἶδα λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ
Luk 22:61καὶ στραφεὶς κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς
Luk 22:62καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
Luk 22:63καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες
Luk 22:64καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες προφήτευσον τίς ἐστιν παίσας σε
Luk 22:65καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν
Luk 22:66καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν (MGNT 22:67) λέγοντες
Luk 22:67εἰ σὺ εἶ Χριστός εἰπὸν ἡμῖν εἶπεν δὲ αὐτοῖς ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε
Luk 22:68ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε
Luk 22:69ἀπὸ τοῦ νῦν δὲ ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ
Luk 22:70εἶπαν δὲ πάντες σὺ οὖν εἶ υἱὸς τοῦ θεοῦ δὲ πρὸς αὐτοὺς ἔφη ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
Luk 22:71οἱ δὲ εἶπαν τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 22 — Additional Translations: