Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 20 :: Morphological Greek New Testament (MGNT)

Luk 20:1καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
Luk 20:2καὶ εἶπαν λέγοντες πρὸς αὐτόν εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην
Luk 20:3ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι
Luk 20:4τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων
Luk 20:5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ
Luk 20:6ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων λαὸς ἅπας καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι
Luk 20:7καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
Luk 20:8καὶ Ἰησοῦς εἶπεν αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
Luk 20:9ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
Luk 20:10καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν
Luk 20:11καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
Luk 20:12καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον
Luk 20:13εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἐντραπήσονται
Luk 20:14ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες οὗτός ἐστιν κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται κληρονομία
Luk 20:15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος
Luk 20:16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπαν μὴ γένοιτο
Luk 20:17 δὲ ἐμβλέψας αὐτοῖς εἶπεν τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
Luk 20:18πᾶς πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
Luk 20:19καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην
Luk 20:20καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
Luk 20:21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις
Luk 20:22ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι οὔ
Luk 20:23κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς
Luk 20:24δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν οἱ δὲ εἶπαν Καίσαρος
Luk 20:25 δὲ εἶπεν πρὸς αὐτούς τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
Luk 20:26καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν
Luk 20:27προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι
Luk 20:28(MGNT 20:27) ἐπηρώτησαν αὐτὸν (20:28) λέγοντες διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
Luk 20:29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος
Luk 20:30καὶ δεύτερος
Luk 20:31καὶ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
Luk 20:32ὕστερον καὶ γυνὴ ἀπέθανεν
Luk 20:33 γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
Luk 20:34καὶ εἶπεν αὐτοῖς Ἰησοῦς οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται
Luk 20:35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται
Luk 20:36οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες
Luk 20:37ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ
Luk 20:38θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν
Luk 20:39ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν διδάσκαλε καλῶς εἶπας
Luk 20:40οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
Luk 20:41εἶπεν δὲ πρὸς αὐτούς πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν
Luk 20:42αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν εἶπεν κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου
Luk 20:43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Luk 20:44Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς αὐτοῦ υἱός ἐστιν
Luk 20:45ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
Luk 20:46προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
Luk 20:47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήμψονται περισσότερον κρίμα
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 20 — Additional Translations: