Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 19 :: Morphological Greek New Testament (MGNT)

Luk 19:1καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ
Luk 19:2καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος
Luk 19:3καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
Luk 19:4καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι
Luk 19:5καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας Ἰησοῦς εἶπεν πρὸς αὐτόν Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι
Luk 19:6καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων
Luk 19:7καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
Luk 19:8σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων κύριε τοῖς πτωχοῖς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
Luk 19:9εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν
Luk 19:10ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
Luk 19:11ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι
Luk 19:12εἶπεν οὖν ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι
Luk 19:13καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς πραγματεύσασθε ἐν ἔρχομαι
Luk 19:14οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς
Luk 19:15καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ἵνα γνοῖ τί διεπραγματεύσαντο
Luk 19:16παρεγένετο δὲ πρῶτος λέγων κύριε μνᾶ σου δέκα προσηργάσατο μνᾶς
Luk 19:17καὶ εἶπεν αὐτῷ εὖγε ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων
Luk 19:18καὶ ἦλθεν δεύτερος λέγων μνᾶ σου κύριε ἐποίησεν πέντε μνᾶς
Luk 19:19εἶπεν δὲ καὶ τούτῳ καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων
Luk 19:20καὶ ἕτερος ἦλθεν λέγων κύριε ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ
Luk 19:21ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας
Luk 19:22λέγει αὐτῷ ἐκ τοῦ στόματός σου κρίνω σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα
Luk 19:23καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα
Luk 19:24καὶ τοῖς παρεστῶσιν εἶπεν ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι
Luk 19:25καὶ εἶπαν αὐτῷ κύριε ἔχει δέκα μνᾶς
Luk 19:26λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται
Luk 19:27πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου
Luk 19:28καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα
Luk 19:29καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν
Luk 19:30λέγων ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτὸν ἀγάγετε
Luk 19:31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ διὰ τί λύετε οὕτως ἐρεῖτε ὅτι κύριος αὐτοῦ χρείαν ἔχει
Luk 19:32ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς
Luk 19:33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς τί λύετε τὸν πῶλον
Luk 19:34οἱ δὲ εἶπαν ὅτι κύριος αὐτοῦ χρείαν ἔχει
Luk 19:35καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν
Luk 19:36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ
Luk 19:37ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
Luk 19:38λέγοντες εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις
Luk 19:39καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου
Luk 19:40καὶ ἀποκριθεὶς εἶπεν λέγω ὑμῖν ἐὰν οὗτοι σιωπήσουσιν οἱ λίθοι κράξουσιν
Luk 19:41καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν
Luk 19:42λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου
Luk 19:43ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν
Luk 19:44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
Luk 19:45καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
Luk 19:46λέγων αὐτοῖς γέγραπται καὶ ἔσται οἶκός μου οἶκος προσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν
Luk 19:47καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ
Luk 19:48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 19 — Additional Translations: