Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 18 :: Morphological Greek New Testament (MGNT)

Luk 18:1ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν
Luk 18:2λέγων κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος
Luk 18:3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου
Luk 18:4καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι
Luk 18:5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με
Luk 18:6εἶπεν δὲ κύριος ἀκούσατε τί κριτὴς τῆς ἀδικίας λέγει
Luk 18:7 δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς
Luk 18:8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς
Luk 18:9εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην
Luk 18:10ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι εἷς Φαρισαῖος καὶ ἕτερος τελώνης
Luk 18:11 Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί καὶ ὡς οὗτος τελώνης
Luk 18:12νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι
Luk 18:13 δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ
Luk 18:14λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
Luk 18:15προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς
Luk 18:16 δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ
Luk 18:17ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
Luk 18:18καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Luk 18:19εἶπεν δὲ αὐτῷ Ἰησοῦς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός
Luk 18:20τὰς ἐντολὰς οἶδας μὴ μοιχεύσῃς μὴ φονεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
Luk 18:21 δὲ εἶπεν ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος
Luk 18:22ἀκούσας δὲ Ἰησοῦς εἶπεν αὐτῷ ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι
Luk 18:23 δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα
Luk 18:24ἰδὼν δὲ αὐτὸν Ἰησοῦς περίλυπον γενόμενον εἶπεν πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται
Luk 18:25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
Luk 18:26εἶπαν δὲ οἱ ἀκούσαντες καὶ τίς δύναται σωθῆναι
Luk 18:27 δὲ εἶπεν τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν
Luk 18:28εἶπεν δὲ Πέτρος ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι
Luk 18:29 δὲ εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν γυναῖκα ἀδελφοὺς γονεῖς τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ
Luk 18:30ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
Luk 18:31παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου
Luk 18:32παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται
Luk 18:33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται
Luk 18:34καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
Luk 18:35ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν
Luk 18:36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο
Luk 18:37ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται
Luk 18:38καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυίδ ἐλέησόν με
Luk 18:39καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
Luk 18:40σταθεὶς δὲ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
Luk 18:41τί σοι θέλεις ποιήσω δὲ εἶπεν κύριε ἵνα ἀναβλέψω
Luk 18:42καὶ Ἰησοῦς εἶπεν αὐτῷ ἀνάβλεψον πίστις σου σέσωκέν σε
Luk 18:43καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 18 — Additional Translations: