Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 17 :: Morphological Greek New Testament (MGNT)

Luk 17:1εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν πλὴν οὐαὶ δι᾽ οὗ ἔρχεται
Luk 17:2λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα
Luk 17:3προσέχετε ἑαυτοῖς ἐὰν ἁμάρτῃ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
Luk 17:4καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ λέγων μετανοῶ ἀφήσεις αὐτῷ
Luk 17:5καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ πρόσθες ἡμῖν πίστιν
Luk 17:6εἶπεν δὲ κύριος εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ καὶ ὑπήκουσεν ἂν ὑμῖν
Luk 17:7τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ εὐθέως παρελθὼν ἀνάπεσε
Luk 17:8ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
Luk 17:9μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα
Luk 17:10οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
Luk 17:11καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας
Luk 17:12καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν
Luk 17:13καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς
Luk 17:14καὶ ἰδὼν εἶπεν αὐτοῖς πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν
Luk 17:15εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν
Luk 17:16καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ καὶ αὐτὸς ἦν Σαμαρίτης
Luk 17:17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ
Luk 17:18οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ἀλλογενὴς οὗτος
Luk 17:19καὶ εἶπεν αὐτῷ ἀναστὰς πορεύου πίστις σου σέσωκέν σε
Luk 17:20ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν οὐκ ἔρχεται βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως
Luk 17:21οὐδὲ ἐροῦσιν ἰδοὺ ὧδε ἐκεῖ ἰδοὺ γὰρ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν
Luk 17:22εἶπεν δὲ πρὸς τοὺς μαθητάς ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε
Luk 17:23καὶ ἐροῦσιν ὑμῖν ἰδοὺ ἐκεῖ ἰδοὺ ὧδε μὴ ἀπέλθητε μηδὲ διώξητε
Luk 17:24ὥσπερ γὰρ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει οὕτως ἔσται υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ
Luk 17:25πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης
Luk 17:26καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου
Luk 17:27ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζοντο ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας
Luk 17:28ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν
Luk 17:29 δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας
Luk 17:30κατὰ τὰ αὐτὰ ἔσται ἡμέρᾳ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται
Luk 17:31ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
Luk 17:32μνημονεύετε τῆς γυναικὸς Λώτ
Luk 17:33ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν ὃς δ᾽ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν
Luk 17:34λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς εἷς παραλημφθήσεται καὶ ἕτερος ἀφεθήσεται
Luk 17:35ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραλημφθήσεται δὲ ἑτέρα ἀφεθήσεται
Luk 17:37καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ ποῦ κύριε δὲ εἶπεν αὐτοῖς ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 17 — Additional Translations: