Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 16 :: Morphological Greek New Testament (MGNT)

Luk 16:1ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ
Luk 16:2καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ τί τοῦτο ἀκούω περὶ σοῦ ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν
Luk 16:3εἶπεν δὲ ἐν ἑαυτῷ οἰκονόμος τί ποιήσω ὅτι κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ σκάπτειν οὐκ ἰσχύω ἐπαιτεῖν αἰσχύνομαι
Luk 16:4ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν
Luk 16:5καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ πόσον ὀφείλεις τῷ κυρίῳ μου
Luk 16:6 δὲ εἶπεν ἑκατὸν βάτους ἐλαίου δὲ εἶπεν αὐτῷ δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα
Luk 16:7ἔπειτα ἑτέρῳ εἶπεν σὺ δὲ πόσον ὀφείλεις δὲ εἶπεν ἑκατὸν κόρους σίτου λέγει αὐτῷ δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα
Luk 16:8καὶ ἐπῄνεσεν κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν
Luk 16:9καὶ ἐγὼ ὑμῖν λέγω ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς
Luk 16:10 πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν καὶ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν
Luk 16:11εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει
Luk 16:12καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε τὸ ὑμέτερον τίς ὑμῖν δώσει
Luk 16:13οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ
Luk 16:14ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν
Luk 16:15καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ
Luk 16:16 νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου ἀπὸ τότε βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται
Luk 16:17εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν τοῦ νόμου μίαν κεραίαν πεσεῖν
Luk 16:18πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει καὶ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει
Luk 16:19ἄνθρωπος δέ τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς
Luk 16:20πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
Luk 16:21καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ
Luk 16:22ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ ἀπέθανεν δὲ καὶ πλούσιος καὶ ἐτάφη
Luk 16:23καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασάνοις ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ
Luk 16:24καὶ αὐτὸς φωνήσας εἶπεν πάτερ Ἀβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
Luk 16:25εἶπεν δὲ Ἀβραάμ τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι
Luk 16:26καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν
Luk 16:27εἶπεν δέ ἐρωτῶ σε οὖν πάτερ ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου
Luk 16:28ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
Luk 16:29λέγει δὲ Ἀβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν
Luk 16:30 δὲ εἶπεν οὐχί πάτερ Ἀβραάμ ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν
Luk 16:31εἶπεν δὲ αὐτῷ εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν οὐδ᾽ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 16 — Additional Translations: