Previous Chapter Full Page Full Page Next Chapter

Λουκάς (Luke) 10 :: Morphological Greek New Testament (MGNT)

Luk 10:1μετὰ δὲ ταῦτα ἀνέδειξεν κύριος ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι
Luk 10:2ἔλεγεν δὲ πρὸς αὐτούς μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ
Luk 10:3ὑπάγετε ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
Luk 10:4μὴ βαστάζετε βαλλάντιον μὴ πήραν μὴ ὑποδήματα καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
Luk 10:5εἰς ἣν δ᾽ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ
Luk 10:6καὶ ἐὰν ἐκεῖ υἱὸς εἰρήνης ἐπαναπαήσεται ἐπ᾽ αὐτὸν εἰρήνη ὑμῶν εἰ δὲ μή γε ἐφ᾽ ὑμᾶς ἀνακάμψει
Luk 10:7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν ἄξιος γὰρ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
Luk 10:8καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
Luk 10:9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς ἤγγικεν ἐφ᾽ ὑμᾶς βασιλεία τοῦ θεοῦ
Luk 10:10εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε
Luk 10:11καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν βασιλεία τοῦ θεοῦ
Luk 10:12λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται τῇ πόλει ἐκείνῃ
Luk 10:13οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν
Luk 10:14πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ὑμῖν
Luk 10:15καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ἕως τοῦ ᾅδου καταβήσῃ
Luk 10:16 ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με
Luk 10:17ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου
Luk 10:18εἶπεν δὲ αὐτοῖς ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα
Luk 10:19ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ
Luk 10:20πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς
Luk 10:21ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ἐν τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
Luk 10:22πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν υἱὸς εἰ μὴ πατήρ καὶ τίς ἐστιν πατὴρ εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι
Luk 10:23καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες βλέπετε
Luk 10:24λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν
Luk 10:25καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
Luk 10:26 δὲ εἶπεν πρὸς αὐτόν ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις
Luk 10:27 δὲ ἀποκριθεὶς εἶπεν ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν
Luk 10:28εἶπεν δὲ αὐτῷ ὀρθῶς ἀπεκρίθης τοῦτο ποίει καὶ ζήσῃ
Luk 10:29 δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν καὶ τίς ἐστίν μου πλησίον
Luk 10:30ὑπολαβὼν Ἰησοῦς εἶπεν ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ
Luk 10:31κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν
Luk 10:32ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν
Luk 10:33Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη
Luk 10:34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ
Luk 10:35καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ καὶ εἶπεν ἐπιμελήθητι αὐτοῦ καὶ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι
Luk 10:36τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
Luk 10:37 δὲ εἶπεν ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ εἶπεν δὲ αὐτῷ Ἰησοῦς πορεύου καὶ σὺ ποίει ὁμοίως
Luk 10:38ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν
Luk 10:39καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ
Luk 10:40 δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπεν κύριε οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται
Luk 10:41ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ κύριος Μάρθα Μάρθα μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά
Luk 10:42ἑνὸς δέ ἐστιν χρεία Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Luke Chapter 10 — Additional Translations: