Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 8 :: Morphological Greek New Testament (MGNT)

Jhn 8:1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν
Jhn 8:2ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
Jhn 8:3ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
Jhn 8:4λέγουσιν αὐτῷ διδάσκαλε αὕτη γυνὴ κατείληπται ἐπ᾽ αὐτοφώρῳ μοιχευομένη
Jhn 8:5ἐν δὲ τῷ νόμῳ ἡμῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὖν τί λέγεις
Jhn 8:6τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν
Jhn 8:7ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ᾽ αὐτὴν βαλέτω λίθον
Jhn 8:8καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν
Jhn 8:9οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ᾽ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ γυνὴ ἐν μέσῳ οὖσα
Jhn 8:10ἀνακύψας δὲ Ἰησοῦς εἶπεν αὐτῇ γύναι ποῦ εἰσιν οὐδείς σε κατέκρινεν
Jhn 8:11 δὲ εἶπεν οὐδείς κύριε εἶπεν δὲ Ἰησοῦς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε
Jhn 8:12πάλιν οὖν αὐτοῖς ἐλάλησεν Ἰησοῦς λέγων ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς
Jhn 8:13εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι σὺ περὶ σεαυτοῦ μαρτυρεῖς μαρτυρία σου οὐκ ἔστιν ἀληθής
Jhn 8:14ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ποῦ ὑπάγω
Jhn 8:15ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
Jhn 8:16καὶ ἐὰν κρίνω δὲ ἐγώ κρίσις ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ᾽ ἐγὼ καὶ πέμψας με πατήρ
Jhn 8:17καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν
Jhn 8:18ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ
Jhn 8:19ἔλεγον οὖν αὐτῷ ποῦ ἐστιν πατήρ σου ἀπεκρίθη Ἰησοῦς οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ἂν ᾔδειτε
Jhn 8:20ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ
Jhn 8:21εἶπεν οὖν πάλιν αὐτοῖς ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
Jhn 8:22ἔλεγον οὖν οἱ Ἰουδαῖοι μήτι ἀποκτενεῖ ἑαυτόν ὅτι λέγει ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
Jhn 8:23καὶ ἔλεγεν αὐτοῖς ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου
Jhn 8:24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
Jhn 8:25ἔλεγον οὖν αὐτῷ σὺ τίς εἶ εἶπεν αὐτοῖς Ἰησοῦς τὴν ἀρχὴν τι καὶ λαλῶ ὑμῖν
Jhn 8:26πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ᾽ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον
Jhn 8:27οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν
Jhn 8:28εἶπεν οὖν αὐτοῖς Ἰησοῦς ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με πατὴρ ταῦτα λαλῶ
Jhn 8:29καὶ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε
Jhn 8:30ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν
Jhn 8:31ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε
Jhn 8:32καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
Jhn 8:33ἀπεκρίθησαν πρὸς αὐτόν σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε
Jhn 8:34ἀπεκρίθη αὐτοῖς Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας
Jhn 8:35 δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα υἱὸς μένει εἰς τὸν αἰῶνα
Jhn 8:36ἐὰν οὖν υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε
Jhn 8:37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν
Jhn 8:38 ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ καὶ ὑμεῖς οὖν ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε
Jhn 8:39ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν λέγει αὐτοῖς Ἰησοῦς εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε
Jhn 8:40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν
Jhn 8:41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν εἶπαν οὖν αὐτῷ ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν τὸν θεόν
Jhn 8:42εἶπεν αὐτοῖς Ἰησοῦς εἰ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν
Jhn 8:43διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν
Jhn 8:44ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ
Jhn 8:45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
Jhn 8:46τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι
Jhn 8:47 ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ
Jhn 8:48ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις
Jhn 8:49ἀπεκρίθη Ἰησοῦς ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με
Jhn 8:50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου ἔστιν ζητῶν καὶ κρίνων
Jhn 8:51ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα
Jhn 8:52εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα
Jhn 8:53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον τίνα σεαυτὸν ποιεῖς
Jhn 8:54ἀπεκρίθη Ἰησοῦς ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν δόξα μου οὐδέν ἐστιν ἔστιν πατήρ μου δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν
Jhn 8:55καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῖν ψεύστης ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ
Jhn 8:56Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη
Jhn 8:57εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας
Jhn 8:58εἶπεν αὐτοῖς Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
Jhn 8:59ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 8 — Additional Translations: