Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 7 :: Morphological Greek New Testament (MGNT)

Jhn 7:1καὶ μετὰ ταῦτα περιεπάτει Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι
Jhn 7:2ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων σκηνοπηγία
Jhn 7:3εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ποιεῖς
Jhn 7:4οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ
Jhn 7:5οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν
Jhn 7:6λέγει οὖν αὐτοῖς Ἰησοῦς καιρὸς ἐμὸς οὔπω πάρεστιν δὲ καιρὸς ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος
Jhn 7:7οὐ δύναται κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν
Jhn 7:8ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται
Jhn 7:9ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ
Jhn 7:10ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ
Jhn 7:11οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον ποῦ ἐστιν ἐκεῖνος
Jhn 7:12καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον
Jhn 7:13οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων
Jhn 7:14ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν
Jhn 7:15ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς
Jhn 7:16ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με
Jhn 7:17ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ
Jhn 7:18 ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν
Jhn 7:19οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον τί με ζητεῖτε ἀποκτεῖναι
Jhn 7:20ἀπεκρίθη ὄχλος δαιμόνιον ἔχεις τίς σε ζητεῖ ἀποκτεῖναι
Jhn 7:21ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε
Jhn 7:22διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον
Jhn 7:23εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ νόμος Μωϋσέως ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ
Jhn 7:24μὴ κρίνετε κατ᾽ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε
Jhn 7:25ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι
Jhn 7:26καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν Χριστός
Jhn 7:27ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν
Jhn 7:28ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων Ἰησοῦς καὶ λέγων κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ᾽ ἔστιν ἀληθινὸς πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε
Jhn 7:29ἐγὼ οἶδα αὐτόν ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν
Jhn 7:30ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ
Jhn 7:31ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν
Jhn 7:32ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν
Jhn 7:33εἶπεν οὖν Ἰησοῦς ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με
Jhn 7:34ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
Jhn 7:35εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας
Jhn 7:36τίς ἐστιν λόγος οὗτος ὃν εἶπεν ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
Jhn 7:37ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει Ἰησοῦς καὶ ἔκραξεν λέγων ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω
Jhn 7:38 πιστεύων εἰς ἐμέ καθὼς εἶπεν γραφή ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος
Jhn 7:39τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν οὔπω γὰρ ἦν πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη
Jhn 7:40ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον οὗτός ἐστιν ἀληθῶς προφήτης
Jhn 7:41ἄλλοι ἔλεγον οὗτός ἐστιν Χριστός οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τῆς Γαλιλαίας Χριστὸς ἔρχεται
Jhn 7:42οὐχ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ ἔρχεται Χριστὸς
Jhn 7:43σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι᾽ αὐτόν
Jhn 7:44τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας
Jhn 7:45ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι διὰ τί οὐκ ἠγάγετε αὐτόν
Jhn 7:46ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος
Jhn 7:47ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι μὴ καὶ ὑμεῖς πεπλάνησθε
Jhn 7:48μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων
Jhn 7:49ἀλλὰ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν
Jhn 7:50λέγει Νικόδημος πρὸς αὐτούς ἐλθὼν πρὸς αὐτὸν τὸ πρότερον εἷς ὢν ἐξ αὐτῶν
Jhn 7:51μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῷ τί ποιεῖ
Jhn 7:52ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται
Jhn 7:53καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 7 — Additional Translations: