Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 6 :: Morphological Greek New Testament (MGNT)

Jhn 6:1μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος
Jhn 6:2ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς ὅτι ἐθεώρουν τὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων
Jhn 6:3ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ
Jhn 6:4ἦν δὲ ἐγγὺς τὸ πάσχα ἑορτὴ τῶν Ἰουδαίων
Jhn 6:5ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι
Jhn 6:6τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν
Jhn 6:7ἀπεκρίθη αὐτῷ Φίλιππος διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ
Jhn 6:8λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου
Jhn 6:9ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους
Jhn 6:10εἶπεν Ἰησοῦς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι
Jhn 6:11ἔλαβεν οὖν τοὺς ἄρτους Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον
Jhn 6:12ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται
Jhn 6:13συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἐπερίσσευσαν τοῖς βεβρωκόσιν
Jhn 6:14οἱ οὖν ἄνθρωποι ἰδόντες ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς προφήτης ἐρχόμενος εἰς τὸν κόσμον
Jhn 6:15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος
Jhn 6:16ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν
Jhn 6:17καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς Ἰησοῦς
Jhn 6:18 τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο
Jhn 6:19ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον καὶ ἐφοβήθησαν
Jhn 6:20 δὲ λέγει αὐτοῖς ἐγώ εἰμι μὴ φοβεῖσθε
Jhn 6:21ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον
Jhn 6:22τῇ ἐπαύριον ὄχλος ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον
Jhn 6:23ἄλλα ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου
Jhn 6:24ὅτε οὖν εἶδεν ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν
Jhn 6:25καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ ῥαββί πότε ὧδε γέγονας
Jhn 6:26ἀπεκρίθη αὐτοῖς Ἰησοῦς καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε
Jhn 6:27ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει τοῦτον γὰρ πατὴρ ἐσφράγισεν θεός
Jhn 6:28εἶπον οὖν πρὸς αὐτόν τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ
Jhn 6:29ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος
Jhn 6:30εἶπον οὖν αὐτῷ τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ
Jhn 6:31οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν
Jhn 6:32εἶπεν οὖν αὐτοῖς Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ ἀλλ᾽ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν
Jhn 6:33 γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ
Jhn 6:34εἶπον οὖν πρὸς αὐτόν κύριε πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον
Jhn 6:35εἶπεν αὐτοῖς Ἰησοῦς ἐγώ εἰμι ἄρτος τῆς ζωῆς ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάσῃ καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε
Jhn 6:36ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε
Jhn 6:37πᾶν δίδωσίν μοι πατὴρ πρὸς ἐμὲ ἥξει καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω
Jhn 6:38ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με
Jhn 6:39τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:40τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου ἵνα πᾶς θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:41ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν ἐγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ
Jhn 6:42καὶ ἔλεγον οὐχ οὗτός ἐστιν Ἰησοῦς υἱὸς Ἰωσήφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα
Jhn 6:43ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς μὴ γογγύζετε μετ᾽ ἀλλήλων
Jhn 6:44οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:45ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ πᾶς ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ
Jhn 6:46οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὢν παρὰ τοῦ θεοῦ οὗτος ἑώρακεν τὸν πατέρα
Jhn 6:47ἀμὴν ἀμὴν λέγω ὑμῖν πιστεύων ἔχει ζωὴν αἰώνιον
Jhn 6:48ἐγώ εἰμι ἄρτος τῆς ζωῆς
Jhn 6:49οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον
Jhn 6:50οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ
Jhn 6:51ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα καὶ ἄρτος δὲ ὃν ἐγὼ δώσω σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς
Jhn 6:52ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν
Jhn 6:53εἶπεν οὖν αὐτοῖς Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς
Jhn 6:54 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 6:55 γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις
Jhn 6:56 τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ
Jhn 6:57καθὼς ἀπέστειλέν με ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα καὶ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ
Jhn 6:58οὗτός ἐστιν ἄρτος ἐξ οὐρανοῦ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα
Jhn 6:59ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ
Jhn 6:60πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν σκληρός ἐστιν λόγος οὗτος τίς δύναται αὐτοῦ ἀκούειν
Jhn 6:61εἰδὼς δὲ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς τοῦτο ὑμᾶς σκανδαλίζει
Jhn 6:62ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον
Jhn 6:63τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν σὰρξ οὐκ ὠφελεῖ οὐδέν τὰ ῥήματα ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν
Jhn 6:64ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν ᾔδει γὰρ ἐξ ἀρχῆς Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν παραδώσων αὐτόν
Jhn 6:65καὶ ἔλεγεν διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός
Jhn 6:66ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν
Jhn 6:67εἶπεν οὖν Ἰησοῦς τοῖς δώδεκα μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν
Jhn 6:68ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος κύριε πρὸς τίνα ἀπελευσόμεθα ῥήματα ζωῆς αἰωνίου ἔχεις
Jhn 6:69καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ἅγιος τοῦ θεοῦ
Jhn 6:70ἀπεκρίθη αὐτοῖς Ἰησοῦς οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν
Jhn 6:71ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν εἷς ἐκ τῶν δώδεκα
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 6 — Additional Translations: