Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 5 :: Morphological Greek New Testament (MGNT)

Jhn 5:1μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα
Jhn 5:2ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἐπιλεγομένη Ἑβραϊστὶ Βηθζαθά πέντε στοὰς ἔχουσα
Jhn 5:3ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων τυφλῶν χωλῶν ξηρῶν
Jhn 5:5ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ
Jhn 5:6τοῦτον ἰδὼν Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτῷ θέλεις ὑγιὴς γενέσθαι
Jhn 5:7ἀπεκρίθη αὐτῷ ἀσθενῶν κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν ἐν δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει
Jhn 5:8λέγει αὐτῷ Ἰησοῦς ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει
Jhn 5:9καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
Jhn 5:10ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ σάββατόν ἐστιν καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν σου
Jhn 5:11 δὲ ἀπεκρίθη αὐτοῖς ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει
Jhn 5:12ἠρώτησαν αὐτόν τίς ἐστιν ἄνθρωπος εἰπών σοι ἆρον καὶ περιπάτει
Jhn 5:13 δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ
Jhn 5:14μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται
Jhn 5:15ἀπῆλθεν ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ
Jhn 5:16καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ
Jhn 5:17 δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι
Jhn 5:18διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ
Jhn 5:19ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ δύναται υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ
Jhn 5:20 γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε
Jhn 5:21ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ οὕτως καὶ υἱὸς οὓς θέλει ζῳοποιεῖ
Jhn 5:22οὐδὲ γὰρ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ
Jhn 5:23ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν
Jhn 5:24ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
Jhn 5:25ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν
Jhn 5:26ὥσπερ γὰρ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ
Jhn 5:27καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν ὅτι υἱὸς ἀνθρώπου ἐστίν
Jhn 5:28μὴ θαυμάζετε τοῦτο ὅτι ἔρχεται ὥρα ἐν πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
Jhn 5:29καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως
Jhn 5:30οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν καθὼς ἀκούω κρίνω καὶ κρίσις ἐμὴ δικαία ἐστίν ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με
Jhn 5:31ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ μαρτυρία μου οὐκ ἔστιν ἀληθής
Jhn 5:32ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ
Jhn 5:33ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ
Jhn 5:34ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε
Jhn 5:35ἐκεῖνος ἦν λύχνος καιόμενος καὶ φαίνων ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ
Jhn 5:36ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου τὰ γὰρ ἔργα δέδωκέν μοι πατὴρ ἵνα τελειώσω αὐτά αὐτὰ τὰ ἔργα ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι πατήρ με ἀπέσταλκεν
Jhn 5:37καὶ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε
Jhn 5:38καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε
Jhn 5:39ἐραυνᾶτε τὰς γραφάς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ
Jhn 5:40καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε
Jhn 5:41δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω
Jhn 5:42ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς
Jhn 5:43ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐκεῖνον λήμψεσθε
Jhn 5:44πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε
Jhn 5:45μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα ἔστιν κατηγορῶν ὑμῶν Μωϋσῆς εἰς ὃν ὑμεῖς ἠλπίκατε
Jhn 5:46εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ ἐπιστεύετε ἂν ἐμοί περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν
Jhn 5:47εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε
BLB Footnotes
This verse is omitted from the Morphological Greek New Testament.  
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 5 — Additional Translations: