Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 21 :: Morphological Greek New Testament (MGNT)

Jhn 21:1μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
Jhn 21:2ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
Jhn 21:3λέγει αὐτοῖς Σίμων Πέτρος ὑπάγω ἁλιεύειν λέγουσιν αὐτῷ ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
Jhn 21:4πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν
Jhn 21:5λέγει οὖν αὐτοῖς Ἰησοῦς παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτῷ οὔ
Jhn 21:6 δὲ εἶπεν αὐτοῖς βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
Jhn 21:7λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
Jhn 21:8οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
Jhn 21:9ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
Jhn 21:10λέγει αὐτοῖς Ἰησοῦς ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
Jhn 21:11ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
Jhn 21:12λέγει αὐτοῖς Ἰησοῦς δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ εἰδότες ὅτι κύριός ἐστιν
Jhn 21:13ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
Jhn 21:14τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν
Jhn 21:15ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς Σίμων Ἰωάννου ἀγαπᾷς με πλέον τούτων λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ βόσκε τὰ ἀρνία μου
Jhn 21:16λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάννου ἀγαπᾷς με λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ ποίμαινε τὰ πρόβατά μου
Jhn 21:17λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάννου φιλεῖς με ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον φιλεῖς με καὶ λέγει αὐτῷ κύριε πάντα σὺ οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε λέγει αὐτῷ Ἰησοῦς βόσκε τὰ πρόβατά μου
Jhn 21:18ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
Jhn 21:19τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ ἀκολούθει μοι
Jhn 21:20ἐπιστραφεὶς Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν κύριε τίς ἐστιν παραδιδούς σε
Jhn 21:21τοῦτον οὖν ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ κύριε οὗτος δὲ τί
Jhn 21:22λέγει αὐτῷ Ἰησοῦς ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ μοι ἀκολούθει
Jhn 21:23ἐξῆλθεν οὖν οὗτος λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει οὐκ εἶπεν δὲ αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
Jhn 21:24οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ μαρτυρία ἐστίν
Jhn 21:25ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἐποίησεν Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 21 — Additional Translations: