Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 16 :: Morphological Greek New Testament (MGNT)

Jhn 16:1ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε
Jhn 16:2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ
Jhn 16:3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ
Jhn 16:4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾽ ὑμῶν ἤμην
Jhn 16:5νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις
Jhn 16:6ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν
Jhn 16:7ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω παράκλητος οὐκ μὴ ἐλεύσεται πρὸς ὑμᾶς ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν πρὸς ὑμᾶς
Jhn 16:8καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως
Jhn 16:9περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ
Jhn 16:10περὶ δικαιοσύνης δέ ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με
Jhn 16:11περὶ δὲ κρίσεως ὅτι ἄρχων τοῦ κόσμου τούτου κέκριται
Jhn 16:12ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι
Jhn 16:13ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν
Jhn 16:14ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν
Jhn 16:15πάντα ὅσα ἔχει πατὴρ ἐμά ἐστιν διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν
Jhn 16:16μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
Jhn 16:17εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους τί ἐστιν τοῦτο λέγει ἡμῖν μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί ὅτι ὑπάγω πρὸς τὸν πατέρα
Jhn 16:18ἔλεγον οὖν τί ἐστιν τοῦτο λέγει τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ
Jhn 16:19ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων ὅτι εἶπον μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με
Jhn 16:20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς δὲ κόσμος χαρήσεται ὑμεῖς λυπηθήσεσθε ἀλλ᾽ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται
Jhn 16:21 γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ὥρα αὐτῆς ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον
Jhn 16:22καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν
Jhn 16:23καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν
Jhn 16:24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου αἰτεῖτε καὶ λήμψεσθε ἵνα χαρὰ ὑμῶν πεπληρωμένη
Jhn 16:25ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν
Jhn 16:26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν
Jhn 16:27αὐτὸς γὰρ πατὴρ φιλεῖ ὑμᾶς ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον
Jhn 16:28ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα
Jhn 16:29λέγουσιν οἱ μαθηταὶ αὐτοῦ ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις
Jhn 16:30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες
Jhn 16:31ἀπεκρίθη αὐτοῖς Ἰησοῦς ἄρτι πιστεύετε
Jhn 16:32ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε καὶ οὐκ εἰμὶ μόνος ὅτι πατὴρ μετ᾽ ἐμοῦ ἐστιν
Jhn 16:33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 16 — Additional Translations: