Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 13 :: Morphological Greek New Testament (MGNT)

Jhn 13:1πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς
Jhn 13:2καὶ δείπνου γινομένου τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου
Jhn 13:3εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει
Jhn 13:4ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν
Jhn 13:5εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμένος
Jhn 13:6ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον λέγει αὐτῷ κύριε σύ μου νίπτεις τοὺς πόδας
Jhn 13:7ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα
Jhn 13:8λέγει αὐτῷ Πέτρος οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα ἀπεκρίθη Ἰησοῦς αὐτῷ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ
Jhn 13:9λέγει αὐτῷ Σίμων Πέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν
Jhn 13:10λέγει αὐτῷ Ἰησοῦς λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾽ οὐχὶ πάντες
Jhn 13:11ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε
Jhn 13:12ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν εἶπεν αὐτοῖς γινώσκετε τί πεποίηκα ὑμῖν
Jhn 13:13ὑμεῖς φωνεῖτέ με διδάσκαλος καὶ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ
Jhn 13:14εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας κύριος καὶ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας
Jhn 13:15ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε
Jhn 13:16ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν
Jhn 13:17εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά
Jhn 13:18οὐ περὶ πάντων ὑμῶν λέγω ἐγὼ οἶδα τίνας ἐξελεξάμην ἀλλ᾽ ἵνα γραφὴ πληρωθῇ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ
Jhn 13:19ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι
Jhn 13:20ἀμὴν ἀμὴν λέγω ὑμῖν λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με
Jhn 13:21ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
Jhn 13:22ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει
Jhn 13:23ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα Ἰησοῦς
Jhn 13:24νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει
Jhn 13:25ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ κύριε τίς ἐστιν
Jhn 13:26ἀποκρίνεται Ἰησοῦς ἐκεῖνός ἐστιν ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου
Jhn 13:27καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον Σατανᾶς λέγει οὖν αὐτῷ Ἰησοῦς ποιεῖς ποίησον τάχιον
Jhn 13:28τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ
Jhn 13:29τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας ὅτι λέγει αὐτῷ Ἰησοῦς ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν τοῖς πτωχοῖς ἵνα τι δῷ
Jhn 13:30λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς ἦν δὲ νύξ
Jhn 13:31ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς νῦν ἐδοξάσθη υἱὸς τοῦ ἀνθρώπου καὶ θεὸς ἐδοξάσθη ἐν αὐτῷ
Jhn 13:32εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ καὶ εὐθὺς δοξάσει αὐτόν
Jhn 13:33τεκνία ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι
Jhn 13:34ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους
Jhn 13:35ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
Jhn 13:36λέγει αὐτῷ Σίμων Πέτρος κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ Ἰησοῦς ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ἀκολουθήσεις δὲ ὕστερον
Jhn 13:37λέγει αὐτῷ Πέτρος κύριε διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω
Jhn 13:38ἀποκρίνεται Ἰησοῦς τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 13 — Additional Translations: