Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 12 :: Morphological Greek New Testament (MGNT)

Jhn 12:1 οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς
Jhn 12:2ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ καὶ Μάρθα διηκόνει δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ
Jhn 12:3 οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου
Jhn 12:4λέγει δὲ Ἰούδας Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ μέλλων αὐτὸν παραδιδόναι
Jhn 12:5διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς
Jhn 12:6εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν
Jhn 12:7εἶπεν οὖν Ἰησοῦς ἄφες αὐτήν ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό
Jhn 12:8τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε
Jhn 12:9ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν
Jhn 12:10ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν
Jhn 12:11ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν
Jhn 12:12τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα
Jhn 12:13ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον ὡσαννά εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ βασιλεὺς τοῦ Ἰσραήλ
Jhn 12:14εὑρὼν δὲ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό καθώς ἐστιν γεγραμμένον
Jhn 12:15μὴ φοβοῦ θυγάτηρ Σιών ἰδοὺ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου
Jhn 12:16ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον ἀλλ᾽ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ
Jhn 12:17ἐμαρτύρει οὖν ὄχλος ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
Jhn 12:18διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον
Jhn 12:19οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν ἴδε κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν
Jhn 12:20ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ
Jhn 12:21οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες κύριε θέλομεν τὸν Ἰησοῦν ἰδεῖν
Jhn 12:22ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ
Jhn 12:23 δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων ἐλήλυθεν ὥρα ἵνα δοξασθῇ υἱὸς τοῦ ἀνθρώπου
Jhn 12:24ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ αὐτὸς μόνος μένει ἐὰν δὲ ἀποθάνῃ πολὺν καρπὸν φέρει
Jhn 12:25 φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν καὶ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν
Jhn 12:26ἐὰν ἐμοί τις διακονῇ ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ διάκονος ἐμὸς ἔσται ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν πατήρ
Jhn 12:27νῦν ψυχή μου τετάρακται καὶ τί εἴπω πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην
Jhn 12:28πάτερ δόξασόν σου τὸ ὄνομα ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω
Jhn 12:29 οὖν ὄχλος ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι ἄλλοι ἔλεγον ἄγγελος αὐτῷ λελάληκεν
Jhn 12:30ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν οὐ δι᾽ ἐμὲ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾽ ὑμᾶς
Jhn 12:31νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω
Jhn 12:32κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας ἑλκύσω πρὸς ἐμαυτόν
Jhn 12:33τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν
Jhn 12:34ἀπεκρίθη οὖν αὐτῷ ὄχλος ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου τίς ἐστιν οὗτος υἱὸς τοῦ ἀνθρώπου
Jhn 12:35εἶπεν οὖν αὐτοῖς Ἰησοῦς ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν περιπατεῖτε ὡς τὸ φῶς ἔχετε ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ καὶ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει
Jhn 12:36ὡς τὸ φῶς ἔχετε πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν
Jhn 12:37τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν
Jhn 12:38ἵνα λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν καὶ βραχίων κυρίου τίνι ἀπεκαλύφθη
Jhn 12:39διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας
Jhn 12:40τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς
Jhn 12:41ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ
Jhn 12:42ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται
Jhn 12:43ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ
Jhn 12:44Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με
Jhn 12:45καὶ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με
Jhn 12:46ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα ἵνα πᾶς πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ
Jhn 12:47καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον
Jhn 12:48 ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 12:49ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα ἀλλ᾽ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω
Jhn 12:50καὶ οἶδα ὅτι ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν οὖν ἐγὼ λαλῶ καθὼς εἴρηκέν μοι πατήρ οὕτως λαλῶ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 12 — Additional Translations: