Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 11 :: Morphological Greek New Testament (MGNT)

Jhn 11:1ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς
Jhn 11:2ἦν δὲ Μαριὰμ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἧς ἀδελφὸς Λάζαρος ἠσθένει
Jhn 11:3ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ
Jhn 11:4ἀκούσας δὲ Ἰησοῦς εἶπεν αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς
Jhn 11:5ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον
Jhn 11:6ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας
Jhn 11:7ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν
Jhn 11:8λέγουσιν αὐτῷ οἱ μαθηταί ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ
Jhn 11:9ἀπεκρίθη Ἰησοῦς οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει
Jhn 11:10ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
Jhn 11:11ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν
Jhn 11:12εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ κύριε εἰ κεκοίμηται σωθήσεται
Jhn 11:13εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει
Jhn 11:14τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν
Jhn 11:15καὶ χαίρω δι᾽ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλὰ ἄγωμεν πρὸς αὐτόν
Jhn 11:16εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ
Jhn 11:17ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ
Jhn 11:18ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε
Jhn 11:19πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ
Jhn 11:20 οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο
Jhn 11:21εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν κύριε εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ἀδελφός μου
Jhn 11:22ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι θεός
Jhn 11:23λέγει αὐτῇ Ἰησοῦς ἀναστήσεται ἀδελφός σου
Jhn 11:24λέγει αὐτῷ Μάρθα οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
Jhn 11:25εἶπεν αὐτῇ Ἰησοῦς ἐγώ εἰμι ἀνάστασις καὶ ζωή πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται
Jhn 11:26καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα πιστεύεις τοῦτο
Jhn 11:27λέγει αὐτῷ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ Χριστὸς υἱὸς τοῦ θεοῦ εἰς τὸν κόσμον ἐρχόμενος
Jhn 11:28καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε
Jhn 11:29ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν
Jhn 11:30οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην ἀλλ᾽ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα
Jhn 11:31οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ
Jhn 11:32 οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας λέγουσα αὐτῷ κύριε εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ἀδελφός
Jhn 11:33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν
Jhn 11:34καὶ εἶπεν ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ κύριε ἔρχου καὶ ἴδε
Jhn 11:35ἐδάκρυσεν Ἰησοῦς
Jhn 11:36ἔλεγον οὖν οἱ Ἰουδαῖοι ἴδε πῶς ἐφίλει αὐτόν
Jhn 11:37τινὲς δὲ ἐξ αὐτῶν εἶπαν οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ
Jhn 11:38Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ
Jhn 11:39λέγει Ἰησοῦς ἄρατε τὸν λίθον λέγει αὐτῷ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν
Jhn 11:40λέγει αὐτῇ Ἰησοῦς οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ
Jhn 11:41ἦραν οὖν τὸν λίθον δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου
Jhn 11:42ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας
Jhn 11:43καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε δεῦρο ἔξω
Jhn 11:44ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο λέγει αὐτοῖς Ἰησοῦς λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν
Jhn 11:45πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν
Jhn 11:46τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἐποίησεν Ἰησοῦς
Jhn 11:47συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον τί ποιοῦμεν ὅτι οὗτος ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα
Jhn 11:48ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος
Jhn 11:49εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς ὑμεῖς οὐκ οἴδατε οὐδέν
Jhn 11:50οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται
Jhn 11:51τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους
Jhn 11:52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν
Jhn 11:53ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν
Jhn 11:54 οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν
Jhn 11:55ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς
Jhn 11:56ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν
Jhn 11:57δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 11 — Additional Translations: