Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 10 :: Morphological Greek New Testament (MGNT)

Jhn 10:1ἀμὴν ἀμὴν λέγω ὑμῖν μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής
Jhn 10:2 δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων
Jhn 10:3τούτῳ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά
Jhn 10:4ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ
Jhn 10:5ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν
Jhn 10:6ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἐλάλει αὐτοῖς
Jhn 10:7εἶπεν οὖν πάλιν Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι θύρα τῶν προβάτων
Jhn 10:8πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα
Jhn 10:9ἐγώ εἰμι θύρα δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει
Jhn 10:10 κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν
Jhn 10:11ἐγώ εἰμι ποιμὴν καλός ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων
Jhn 10:12 μισθωτὸς καὶ οὐκ ὢν ποιμήν οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει
Jhn 10:13ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων
Jhn 10:14ἐγώ εἰμι ποιμὴν καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά
Jhn 10:15καθὼς γινώσκει με πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων
Jhn 10:16καὶ ἄλλα πρόβατα ἔχω οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη εἷς ποιμήν
Jhn 10:17διὰ τοῦτό με πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν
Jhn 10:18οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ ἐξουσίαν ἔχω θεῖναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου
Jhn 10:19σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους
Jhn 10:20ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτοῦ ἀκούετε
Jhn 10:21ἄλλοι ἔλεγον ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι
Jhn 10:22ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις
Jhn 10:23(MGNT 10:22) χειμὼν ἦν (10:23) καὶ περιεπάτει Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος
Jhn 10:24ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις εἰ σὺ εἶ Χριστός εἰπὲ ἡμῖν παρρησίᾳ
Jhn 10:25ἀπεκρίθη αὐτοῖς Ἰησοῦς εἶπον ὑμῖν καὶ οὐ πιστεύετε τὰ ἔργα ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ
Jhn 10:26ἀλλὰ ὑμεῖς οὐ πιστεύετε ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν
Jhn 10:27τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθοῦσίν μοι
Jhn 10:28κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου
Jhn 10:29 πατήρ μου δέδωκέν μοι πάντων μεῖζόν ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός
Jhn 10:30ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν
Jhn 10:31ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν
Jhn 10:32ἀπεκρίθη αὐτοῖς Ἰησοῦς πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε
Jhn 10:33ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν
Jhn 10:34ἀπεκρίθη αὐτοῖς Ἰησοῦς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι ἐγὼ εἶπα θεοί ἐστε
Jhn 10:35εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς λόγος τοῦ θεοῦ ἐγένετο καὶ οὐ δύναται λυθῆναι γραφή
Jhn 10:36ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον υἱὸς τοῦ θεοῦ εἰμι
Jhn 10:37εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύετέ μοι
Jhn 10:38εἰ δὲ ποιῶ κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύετε ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ πατὴρ κἀγὼ ἐν τῷ πατρί
Jhn 10:39ἐζήτουν οὖν αὐτὸν πάλιν πιάσαι καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν
Jhn 10:40καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων καὶ ἔμεινεν ἐκεῖ
Jhn 10:41καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν
Jhn 10:42καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 10 — Additional Translations: