Previous Chapter Full Page Full Page Next Chapter

Ιωάννης (John) 1 :: Morphological Greek New Testament (MGNT)

Jhn 1:1ἐν ἀρχῇ ἦν λόγος καὶ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν λόγος
Jhn 1:2οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν
Jhn 1:3πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν γέγονεν
Jhn 1:4ἐν αὐτῷ ζωὴ ἦν καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων
Jhn 1:5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ σκοτία αὐτὸ οὐ κατέλαβεν
Jhn 1:6ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ ὄνομα αὐτῷ Ἰωάννης
Jhn 1:7οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ
Jhn 1:8οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός
Jhn 1:9ἦν τὸ φῶς τὸ ἀληθινόν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον
Jhn 1:10ἐν τῷ κόσμῳ ἦν καὶ κόσμος δι᾽ αὐτοῦ ἐγένετο καὶ κόσμος αὐτὸν οὐκ ἔγνω
Jhn 1:11εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον
Jhn 1:12ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ
Jhn 1:13οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν
Jhn 1:14καὶ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ πατρός πλήρης χάριτος καὶ ἀληθείας
Jhn 1:15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων οὗτος ἦν ὃν εἶπον ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
Jhn 1:16ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος
Jhn 1:17ὅτι νόμος διὰ Μωϋσέως ἐδόθη χάρις καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο
Jhn 1:18θεὸν οὐδεὶς ἑώρακεν πώποτε μονογενὴς θεὸς ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο
Jhn 1:19καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν σὺ τίς εἶ
Jhn 1:20καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ Χριστός
Jhn 1:21καὶ ἠρώτησαν αὐτόν τί οὖν σύ Ἠλίας εἶ καὶ λέγει οὐκ εἰμί προφήτης εἶ σύ καὶ ἀπεκρίθη οὔ
Jhn 1:22εἶπαν οὖν αὐτῷ τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ
Jhn 1:23ἔφη ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ εὐθύνατε τὴν ὁδὸν κυρίου καθὼς εἶπεν Ἠσαΐας προφήτης
Jhn 1:24καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων
Jhn 1:25καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ προφήτης
Jhn 1:26ἀπεκρίθη αὐτοῖς Ἰωάννης λέγων ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε
Jhn 1:27 ὀπίσω μου ἐρχόμενος οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος
Jhn 1:28ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν Ἰωάννης βαπτίζων
Jhn 1:29τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν καὶ λέγει ἴδε ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
Jhn 1:30οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
Jhn 1:31κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων
Jhn 1:32καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ᾽ αὐτόν
Jhn 1:33κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ᾽ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ
Jhn 1:34κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ
Jhn 1:35τῇ ἐπαύριον πάλιν εἱστήκει Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
Jhn 1:36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει ἴδε ἀμνὸς τοῦ θεοῦ
Jhn 1:37καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ
Jhn 1:38στραφεὶς δὲ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς τί ζητεῖτε οἱ δὲ εἶπαν αὐτῷ ῥαββί λέγεται μεθερμηνευόμενον διδάσκαλε ποῦ μένεις
Jhn 1:39λέγει αὐτοῖς ἔρχεσθε καὶ ὄψεσθε ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἦν ὡς δεκάτη
Jhn 1:40ἦν Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ
Jhn 1:41εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ εὑρήκαμεν τὸν Μεσσίαν ἐστιν μεθερμηνευόμενον Χριστός
Jhn 1:42ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν ἐμβλέψας αὐτῷ Ἰησοῦς εἶπεν σὺ εἶ Σίμων υἱὸς Ἰωάννου σὺ κληθήσῃ Κηφᾶς ἑρμηνεύεται Πέτρος
Jhn 1:43τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἰησοῦς ἀκολούθει μοι
Jhn 1:44ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου
Jhn 1:45εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ
Jhn 1:46καὶ εἶπεν αὐτῷ Ναθαναήλ ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι λέγει αὐτῷ Φίλιππος ἔρχου καὶ ἴδε
Jhn 1:47εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν δόλος οὐκ ἔστιν
Jhn 1:48λέγει αὐτῷ Ναθαναήλ πόθεν με γινώσκεις ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε
Jhn 1:49ἀπεκρίθη αὐτῷ Ναθαναήλ ῥαββί σὺ εἶ υἱὸς τοῦ θεοῦ σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ
Jhn 1:50ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις μείζω τούτων ὄψῃ
Jhn 1:51καὶ λέγει αὐτῷ ἀμὴν ἀμὴν λέγω ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

John Chapter 1 — Additional Translations: