Previous Chapter Full Page Full Page Next Chapter

Ιακώβου (James) 5 :: Morphological Greek New Testament (MGNT)

Jas 5:1ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις
Jas 5:2 πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν
Jas 5:3 χρυσὸς ὑμῶν καὶ ἄργυρος κατίωται καὶ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις
Jas 5:4ἰδοὺ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν
Jas 5:5ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς
Jas 5:6κατεδικάσατε ἐφονεύσατε τὸν δίκαιον οὐκ ἀντιτάσσεται ὑμῖν
Jas 5:7μακροθυμήσατε οὖν ἀδελφοί ἕως τῆς παρουσίας τοῦ κυρίου ἰδοὺ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον
Jas 5:8μακροθυμήσατε καὶ ὑμεῖς στηρίξατε τὰς καρδίας ὑμῶν ὅτι παρουσία τοῦ κυρίου ἤγγικεν
Jas 5:9μὴ στενάζετε ἀδελφοί κατ᾽ ἀλλήλων ἵνα μὴ κριθῆτε ἰδοὺ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν
Jas 5:10ὑπόδειγμα λάβετε ἀδελφοί τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου
Jas 5:11ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν κύριος καὶ οἰκτίρμων
Jas 5:12πρὸ πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἵνα μὴ ὑπὸ κρίσιν πέσητε
Jas 5:13κακοπαθεῖ τις ἐν ὑμῖν προσευχέσθω εὐθυμεῖ τις ψαλλέτω
Jas 5:14ἀσθενεῖ τις ἐν ὑμῖν προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου
Jas 5:15καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν κύριος κἂν ἁμαρτίας πεποιηκώς ἀφεθήσεται αὐτῷ
Jas 5:16ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη
Jas 5:17Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ
Jas 5:18καὶ πάλιν προσηύξατο καὶ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς
Jas 5:19ἀδελφοί μου ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν
Jas 5:20γινωσκέτω ὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

James Chapter 5 — Additional Translations: