Previous Chapter Full Page Full Page Next Chapter

Ιακώβου (James) 4 :: Morphological Greek New Testament (MGNT)

Jas 4:1πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν
Jas 4:2ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς
Jas 4:3αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε
Jas 4:4μοιχαλίδες οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ θεοῦ καθίσταται
Jas 4:5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν
Jas 4:6μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν
Jas 4:7ὑποτάγητε οὖν τῷ θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν
Jas 4:8ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι
Jas 4:9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν
Jas 4:10ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς
Jas 4:11μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής
Jas 4:12εἷς ἐστιν νομοθέτης καὶ κριτής δυνάμενος σῶσαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἶ κρίνων τὸν πλησίον
Jas 4:13ἄγε νῦν οἱ λέγοντες σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν
Jas 4:14οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη
Jas 4:15ἀντὶ τοῦ λέγειν ὑμᾶς ἐὰν κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο
Jas 4:16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν
Jas 4:17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

James Chapter 4 — Additional Translations: