Previous Chapter Full Page Full Page Next Chapter

Ιακώβου (James) 2 :: Morphological Greek New Testament (MGNT)

Jas 2:1ἀδελφοί μου μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης
Jas 2:2ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι
Jas 2:3ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε σὺ κάθου ὧδε καλῶς καὶ τῷ πτωχῷ εἴπητε σὺ στῆθι ἐκεῖ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου
Jas 2:4οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν
Jas 2:5ἀκούσατε ἀδελφοί μου ἀγαπητοί οὐχ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν
Jas 2:6ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια
Jas 2:7οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς
Jas 2:8εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν καλῶς ποιεῖτε
Jas 2:9εἰ δὲ προσωπολημπτεῖτε ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται
Jas 2:10ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ πταίσῃ δὲ ἐν ἑνί γέγονεν πάντων ἔνοχος
Jas 2:11 γὰρ εἰπών μὴ μοιχεύσῃς εἶπεν καί μὴ φονεύσῃς εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ γέγονας παραβάτης νόμου
Jas 2:12οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι
Jas 2:13 γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος κατακαυχᾶται ἔλεος κρίσεως
(cf. Gen 22; Jos 2 )
Jas 2:14τί τὸ ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ μὴ δύναται πίστις σῶσαι αὐτόν
Jas 2:15ἐὰν ἀδελφὸς ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς
Jas 2:16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν ὑπάγετε ἐν εἰρήνῃ θερμαίνεσθε καὶ χορτάζεσθε μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος τί τὸ ὄφελος
Jas 2:17οὕτως καὶ πίστις ἐὰν μὴ ἔχῃ ἔργα νεκρά ἐστιν καθ᾽ ἑαυτήν
Jas 2:18ἀλλ᾽ ἐρεῖ τις σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν
Jas 2:19σὺ πιστεύεις ὅτι εἷς ἐστιν θεός καλῶς ποιεῖς καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν
Jas 2:20θέλεις δὲ γνῶναι ἄνθρωπε κενέ ὅτι πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν
Jas 2:21Ἀβραὰμ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον
Jas 2:22βλέπεις ὅτι πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων πίστις ἐτελειώθη
Jas 2:23καὶ ἐπληρώθη γραφὴ λέγουσα ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη
Jas 2:24ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον
Jas 2:25ὁμοίως δὲ καὶ Ῥαὰβ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα
Jas 2:26ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν οὕτως καὶ πίστις χωρὶς ἔργων νεκρά ἐστιν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

James Chapter 2 — Additional Translations: