Previous Chapter Full Page Full Page Next Chapter

Εβραίους (Hebrews) 9 :: Morphological Greek New Testament (MGNT)

Heb 9:1εἶχε μὲν οὖν καὶ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν
Heb 9:2σκηνὴ γὰρ κατεσκευάσθη πρώτη ἐν τε λυχνία καὶ τράπεζα καὶ πρόθεσις τῶν ἄρτων ἥτις λέγεται ἅγια
Heb 9:3μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ λεγομένη ἅγια ἁγίων
Heb 9:4χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ ἐν στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ῥάβδος Ἀαρὼν βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης
Heb 9:5ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος
Heb 9:6τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες
Heb 9:7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεύς οὐ χωρὶς αἵματος προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων
Heb 9:8τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν
Heb 9:9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα καθ᾽ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα
Heb 9:10μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα
Heb 9:11Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τοῦτ᾽ ἔστιν οὐ ταύτης τῆς κτίσεως
Heb 9:12οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος
Heb 9:13εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα
Heb 9:14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι
Heb 9:15καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας
Heb 9:16ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου
Heb 9:17διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ διαθέμενος
Heb 9:18ὅθεν οὐδὲ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται
Heb 9:19λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν
Heb 9:20λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς θεός
Heb 9:21καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν
Heb 9:22καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις
Heb 9:23ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας
Heb 9:24οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός ἀντίτυπα τῶν ἀληθινῶν ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν
Heb 9:25οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν ὥσπερ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ
Heb 9:26ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται
Heb 9:27καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν μετὰ δὲ τοῦτο κρίσις
Heb 9:28οὕτως καὶ Χριστός ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Hebrews Chapter 9 — Additional Translations: