Previous Chapter Full Page Full Page Next Chapter

Εβραίους (Hebrews) 3 :: Morphological Greek New Testament (MGNT)

Heb 3:1ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν
Heb 3:2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ
Heb 3:3πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν
Heb 3:4πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος δὲ πάντα κατασκευάσας θεός
Heb 3:5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων
Heb 3:6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ οἶκός ἐσμεν ἡμεῖς ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν
Heb 3:7διό καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
Heb 3:8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ
Heb 3:9οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου (MGNT 3:10) τεσσεράκοντα ἔτη
Heb 3:10διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον ἀεὶ πλανῶνται τῇ καρδίᾳ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου
Heb 3:11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου
Heb 3:12βλέπετε ἀδελφοί μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος
Heb 3:13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας
Heb 3:14μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν
Heb 3:15ἐν τῷ λέγεσθαι σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ
Heb 3:16τίνες γὰρ ἀκούσαντες παρεπίκραναν ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως
Heb 3:17τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη οὐχὶ τοῖς ἁμαρτήσασιν ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ
Heb 3:18τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν
Heb 3:19καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Hebrews Chapter 3 — Additional Translations: