Previous Chapter Full Page Full Page Next Chapter

Εβραίους (Hebrews) 13 :: Morphological Greek New Testament (MGNT)

Heb 13:1 φιλαδελφία μενέτω
Heb 13:2τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους
Heb 13:3μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι
Heb 13:4τίμιος γάμος ἐν πᾶσιν καὶ κοίτη ἀμίαντος πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ θεός
Heb 13:5ἀφιλάργυρος τρόπος ἀρκούμενοι τοῖς παροῦσιν αὐτὸς γὰρ εἴρηκεν οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω
Heb 13:6ὥστε θαρροῦντας ἡμᾶς λέγειν κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
Heb 13:7μνημονεύετε τῶν ἡγουμένων ὑμῶν οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν
Heb 13:8Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον αὐτός καὶ εἰς τοὺς αἰῶνας
Heb 13:9διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες
Heb 13:10ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες
Heb 13:11ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς
Heb 13:12διὸ καὶ Ἰησοῦς ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν ἔξω τῆς πύλης ἔπαθεν
Heb 13:13τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες
Heb 13:14οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν
Heb 13:15δι᾽ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ
Heb 13:16τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται θεός
Heb 13:17πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο
Heb 13:18προσεύχεσθε περὶ ἡμῶν πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι
Heb 13:19περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν
Heb 13:20 δὲ θεὸς τῆς εἰρήνης ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τὸν κύριον ἡμῶν Ἰησοῦν
Heb 13:21καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
Heb 13:22παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν
Heb 13:23γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον μεθ᾽ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς
Heb 13:24ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας
Heb 13:25 χάρις μετὰ πάντων ὑμῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Hebrews Chapter 13 — Additional Translations: