Previous Chapter Full Page Full Page Next Chapter

Γαλάτες (Galatians) 6 :: Morphological Greek New Testament (MGNT)

Gal 6:1ἀδελφοί ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς
Gal 6:2ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ
Gal 6:3εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν φρεναπατᾷ ἑαυτόν
Gal 6:4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον
Gal 6:5ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει
Gal 6:6κοινωνείτω δὲ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς
Gal 6:7μὴ πλανᾶσθε θεὸς οὐ μυκτηρίζεται γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει
Gal 6:8ὅτι σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον
Gal 6:9τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι
Gal 6:10ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως
Gal 6:11ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί
Gal 6:12ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται
Gal 6:13οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται
Gal 6:14ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ
Gal 6:15οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις
Gal 6:16καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ
Gal 6:17τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω
Gal 6:18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀδελφοί ἀμήν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Galatians Chapter 6 — Additional Translations: