Previous Chapter Full Page Full Page Next Chapter

Γαλάτες (Galatians) 4 :: Morphological Greek New Testament (MGNT)

Gal 4:1λέγω δέ ἐφ᾽ ὅσον χρόνον κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν
Gal 4:2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός
Gal 4:3οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι
Gal 4:4ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον
Gal 4:5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν
Gal 4:6ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον αββα πατήρ
Gal 4:7ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός εἰ δὲ υἱός καὶ κληρονόμος διὰ θεοῦ
Gal 4:8ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς
Gal 4:9νῦν δὲ γνόντες θεόν μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε
Gal 4:10ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς
Gal 4:11φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς
Gal 4:12γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε
Gal 4:13οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον
Gal 4:14καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν
Gal 4:15ποῦ οὖν μακαρισμὸς ὑμῶν μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι
Gal 4:16ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν
Gal 4:17ζηλοῦσιν ὑμᾶς οὐ καλῶς ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν ἵνα αὐτοὺς ζηλοῦτε
Gal 4:18καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς
Gal 4:19τέκνα μου οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν
Gal 4:20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀποροῦμαι ἐν ὑμῖν
Gal 4:21λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε
Gal 4:22γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
Gal 4:23ἀλλ᾽ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται δὲ ἐκ τῆς ἐλευθέρας δι᾽ ἐπαγγελίας
Gal 4:24ἅτινά ἐστιν ἀλληγορούμενα αὗται γάρ εἰσιν δύο διαθῆκαι μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ
Gal 4:25τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς
Gal 4:26 δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ ἡμῶν
Gal 4:27γέγραπται γάρ εὐφράνθητι στεῖρα οὐ τίκτουσα ῥῆξον καὶ βόησον οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα
Gal 4:28ὑμεῖς δέ ἀδελφοί κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ
Gal 4:29ἀλλ᾽ ὥσπερ τότε κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα οὕτως καὶ νῦν
Gal 4:30ἀλλὰ τί λέγει γραφή ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς οὐ γὰρ μὴ κληρονομήσει υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας
Gal 4:31διό ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Galatians Chapter 4 — Additional Translations: