Previous Chapter Full Page Full Page Next Chapter

Εφεσίους (Ephesians) 5 :: Morphological Greek New Testament (MGNT)

Eph 5:1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητά
Eph 5:2καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας
Eph 5:3πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις
Eph 5:4καὶ αἰσχρότης καὶ μωρολογία εὐτραπελία οὐκ ἀνῆκεν ἀλλὰ μᾶλλον εὐχαριστία
Eph 5:5τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἀκάθαρτος πλεονέκτης ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ
Eph 5:6μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας
Eph 5:7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν
Eph 5:8ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε
Eph 5:9 γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ
Eph 5:10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ
Eph 5:11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε
Eph 5:12τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν
Eph 5:13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται (MGNT 5:14) πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν
Eph 5:14διὸ λέγει ἔγειρε καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι Χριστός
Eph 5:15βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί
Eph 5:16ἐξαγοραζόμενοι τὸν καιρόν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν
Eph 5:17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου
Eph 5:18καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ἐστιν ἀσωτία ἀλλὰ πληροῦσθε ἐν πνεύματι
Eph 5:19λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ
Eph 5:20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί
Eph 5:21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ
(cf. Col 3:18, 19 )
Eph 5:22αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ
Eph 5:23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας αὐτὸς σωτὴρ τοῦ σώματος
Eph 5:24ἀλλὰ ὡς ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί
Eph 5:25οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς
Eph 5:26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι
Eph 5:27ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ῥυτίδα τι τῶν τοιούτων ἀλλ᾽ ἵνα ἁγία καὶ ἄμωμος
Eph 5:28οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ
Eph 5:29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ Χριστὸς τὴν ἐκκλησίαν
Eph 5:30ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ
Eph 5:31ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
Eph 5:32τὸ μυστήριον τοῦτο μέγα ἐστίν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν
Eph 5:33πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Ephesians Chapter 5 — Additional Translations: