Previous Chapter Full Page Full Page Next Chapter

Πράξεις (Acts) 26 :: Morphological Greek New Testament (MGNT)

Act 26:1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν τότε Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο
Act 26:2περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ Ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι
Act 26:3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου
Act 26:4τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες οἱ Ἰουδαῖοι
Act 26:5προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσι μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος
Act 26:6καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος
Act 26:7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ
Act 26:8τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ θεὸς νεκροὺς ἐγείρει
Act 26:9ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι
Act 26:10 καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον
Act 26:11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
Act 26:12ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
Act 26:13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους
Act 26:14πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ τί με διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν
Act 26:15ἐγὼ δὲ εἶπα τίς εἶ κύριε δὲ κύριος εἶπεν ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
Act 26:16ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι
Act 26:17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν εἰς οὓς ἐγὼ ἀποστέλλω σε
Act 26:18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ
Act 26:19ὅθεν βασιλεῦ Ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
Act 26:20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
Act 26:21ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι
Act 26:22ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς
Act 26:23εἰ παθητὸς Χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν
Act 26:24ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν μαίνῃ Παῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
Act 26:25 δὲ Παῦλος οὐ μαίνομαι φησίν κράτιστε Φῆστε ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι
Act 26:26ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
Act 26:27πιστεύεις βασιλεῦ Ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις
Act 26:28 δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι
Act 26:29 δὲ Παῦλος εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων
Act 26:30ἀνέστη τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς
Act 26:31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου δεσμῶν ἄξιον τι πράσσει ἄνθρωπος οὗτος
Act 26:32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Acts Chapter 26 — Additional Translations: