Previous Chapter Full Page Full Page Next Chapter

Πράξεις (Acts) 10 :: Morphological Greek New Testament (MGNT)

Act 10:1ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς
Act 10:2εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός
Act 10:3εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ Κορνήλιε
Act 10:4 δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν τί ἐστιν κύριε εἶπεν δὲ αὐτῷ αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ
Act 10:5καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος
Act 10:6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ ἐστιν οἰκία παρὰ θάλασσαν
Act 10:7ὡς δὲ ἀπῆλθεν ἄγγελος λαλῶν αὐτῷ φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ
Act 10:8καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην
Act 10:9τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην
Act 10:10ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ᾽ αὐτὸν ἔκστασις
Act 10:11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς
Act 10:12ἐν ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ
Act 10:13καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν ἀναστάς Πέτρε θῦσον καὶ φάγε
Act 10:14 δὲ Πέτρος εἶπεν μηδαμῶς κύριε ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον
Act 10:15καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
Act 10:16τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν
Act 10:17ὡς δὲ ἐν ἑαυτῷ διηπόρει Πέτρος τί ἂν εἴη τὸ ὅραμα εἶδεν ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα
Act 10:18καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται
Act 10:19τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα ἰδοὺ ἄνδρες τρεῖς ζητοῦντές σε
Act 10:20ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς
Act 10:21καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε τίς αἰτία δι᾽ ἣν πάρεστε
Act 10:22οἱ δὲ εἶπαν Κορνήλιος ἑκατοντάρχης ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ
Act 10:23εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ
Act 10:24τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους
Act 10:25ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον συναντήσας αὐτῷ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν
Act 10:26 δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων ἀνάστηθι καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι
Act 10:27καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς
Act 10:28ἔφη τε πρὸς αὐτούς ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι προσέρχεσθαι ἀλλοφύλῳ κἀμοὶ θεὸς ἔδειξεν μηδένα κοινὸν ἀκάθαρτον λέγειν ἄνθρωπον
Act 10:29διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με
Act 10:30καὶ Κορνήλιος ἔφη ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
Act 10:31καὶ φησίν Κορνήλιε εἰσηκούσθη σου προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ
Act 10:32πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν
Act 10:33ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ σύ τε καλῶς ἐποίησας παραγενόμενος νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου
Act 10:34ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης θεός
Act 10:35ἀλλ᾽ ἐν παντὶ ἔθνει φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν
Act 10:36τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ οὗτός ἐστιν πάντων κύριος
Act 10:37ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ἐκήρυξεν Ἰωάννης
Act 10:38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ ὡς ἔχρισεν αὐτὸν θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου ὅτι θεὸς ἦν μετ᾽ αὐτοῦ
Act 10:39καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου
Act 10:40τοῦτον θεὸς ἤγειρεν ἐν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι
Act 10:41οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ ἡμῖν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν
Act 10:42καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν
Act 10:43τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν
Act 10:44ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον
Act 10:45καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ ὅτι καὶ ἐπὶ τὰ ἔθνη δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται
Act 10:46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν τότε ἀπεκρίθη Πέτρος
Act 10:47μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς
Act 10:48προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Acts Chapter 10 — Additional Translations: