Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Τιμόθεο (2 Timothy) 4 :: Morphological Greek New Testament (MGNT)

2Ti 4:1διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ
2Ti 4:2κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
2Ti 4:3ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
2Ti 4:4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
2Ti 4:5σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
2Ti 4:6ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
2Ti 4:7τὸν καλὸν ἀγῶνα ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα
2Ti 4:8λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ
2Ti 4:9σπούδασον ἐλθεῖν πρός με ταχέως
2Ti 4:10Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν
2Ti 4:11Λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
2Ti 4:12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον
2Ti 4:13τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
2Ti 4:14Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ
2Ti 4:15ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις
2Ti 4:16ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη
2Ti 4:17 δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος
2Ti 4:18ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
2Ti 4:19ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον
2Ti 4:20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα
2Ti 4:21σπούδασον πρὸ χειμῶνος ἐλθεῖν ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
2Ti 4:22 κύριος μετὰ τοῦ πνεύματός σου χάρις μεθ᾽ ὑμῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

2 Timothy Chapter 4 — Additional Translations: