Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Τιμόθεο (2 Timothy) 2 :: Morphological Greek New Testament (MGNT)

2Ti 2:1σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ
2Ti 2:2καὶ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων ταῦτα παράθου πιστοῖς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
2Ti 2:3συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ
2Ti 2:4οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ
2Ti 2:5ἐὰν δὲ καὶ ἀθλῇ τις οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ
2Ti 2:6τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
2Ti 2:7νόει λέγω δώσει γάρ σοι κύριος σύνεσιν ἐν πᾶσιν
2Ti 2:8μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυίδ κατὰ τὸ εὐαγγέλιόν μου
2Ti 2:9ἐν κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλὰ λόγος τοῦ θεοῦ οὐ δέδεται
2Ti 2:10διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου
2Ti 2:11πιστὸς λόγος εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν
2Ti 2:12εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν εἰ ἀρνησόμεθα κἀκεῖνος ἀρνήσεται ἡμᾶς
2Ti 2:13εἰ ἀπιστοῦμεν ἐκεῖνος πιστὸς μένει ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται
2Ti 2:14ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν ἐπ᾽ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
2Ti 2:15σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
2Ti 2:16τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας
2Ti 2:17καὶ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος
2Ti 2:18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
2Ti 2:19 μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ καί ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα κυρίου
2Ti 2:20ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ μὲν εἰς τιμὴν δὲ εἰς ἀτιμίαν
2Ti 2:21ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων ἔσται σκεῦος εἰς τιμήν ἡγιασμένον εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
2Ti 2:22τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας
2Ti 2:23τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ εἰδὼς ὅτι γεννῶσιν μάχας
2Ti 2:24δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας διδακτικόν ἀνεξίκακον
2Ti 2:25ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δώῃ αὐτοῖς θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
2Ti 2:26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

2 Timothy Chapter 2 — Additional Translations: