Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 8 :: Morphological Greek New Testament (MGNT)

2Co 8:1γνωρίζομεν δὲ ὑμῖν ἀδελφοί τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας
2Co 8:2ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως περισσεία τῆς χαρᾶς αὐτῶν καὶ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν
2Co 8:3ὅτι κατὰ δύναμιν μαρτυρῶ καὶ παρὰ δύναμιν αὐθαίρετοι
2Co 8:4μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους
2Co 8:5καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ᾽ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ
2Co 8:6εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην
2Co 8:7ἀλλ᾽ ὥσπερ ἐν παντὶ περισσεύετε πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε
2Co 8:8οὐ κατ᾽ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων
2Co 8:9γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι δι᾽ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε
2Co 8:10καὶ γνώμην ἐν τούτῳ δίδωμι τοῦτο γὰρ ὑμῖν συμφέρει οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι
2Co 8:11νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε ὅπως καθάπερ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν
2Co 8:12εἰ γὰρ προθυμία πρόκειται καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος οὐ καθὸ οὐκ ἔχει
2Co 8:13οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις ὑμῖν θλῖψις ἀλλ᾽ ἐξ ἰσότητος
2Co 8:14ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα ὅπως γένηται ἰσότης
2Co 8:15καθὼς γέγραπται τὸ πολὺ οὐκ ἐπλεόνασεν καὶ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν
2Co 8:16χάρις δὲ τῷ θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου
2Co 8:17ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς
2Co 8:18συνεπέμψαμεν δὲ μετ᾽ αὐτοῦ τὸν ἀδελφὸν οὗ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν
2Co 8:19οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν
2Co 8:20στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ᾽ ἡμῶν
2Co 8:21προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων
2Co 8:22συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς
2Co 8:23εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι ἐκκλησιῶν δόξα Χριστοῦ
2Co 8:24τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

2 Corinthians Chapter 8 — Additional Translations: