Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 6 :: Morphological Greek New Testament (MGNT)

2Co 6:1συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς
2Co 6:2λέγει γάρ καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἰδοὺ νῦν ἡμέρα σωτηρίας
2Co 6:3μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθῇ διακονία
2Co 6:4ἀλλ᾽ ἐν παντὶ συνίσταντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις
2Co 6:5ἐν πληγαῖς ἐν φυλακαῖς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις
2Co 6:6ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν πνεύματι ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ
2Co 6:7ἐν λόγῳ ἀληθείας ἐν δυνάμει θεοῦ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν
2Co 6:8διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς
2Co 6:9ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι
2Co 6:10ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες
2Co 6:11τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς Κορίνθιοι καρδία ἡμῶν πεπλάτυνται
2Co 6:12οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν
2Co 6:13τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς
2Co 6:14μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ τίς κοινωνία φωτὶ πρὸς σκότος
2Co 6:15τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ τίς μερὶς πιστῷ μετὰ ἀπίστου
2Co 6:16τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος καθὼς εἶπεν θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός καὶ αὐτοὶ ἔσονταί μου λαός
2Co 6:17διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς
2Co 6:18καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει κύριος παντοκράτωρ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

2 Corinthians Chapter 6 — Additional Translations: