Previous Chapter Full Page Full Page Next Chapter

Β΄ Κορινθίους (2 Corinthians) 11 :: Morphological Greek New Testament (MGNT)

2Co 11:1ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου
2Co 11:2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ
2Co 11:3φοβοῦμαι δὲ μή πως ὡς ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν
2Co 11:4εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε καλῶς ἀνέχεσθε
2Co 11:5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων
2Co 11:6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ᾽ οὐ τῇ γνώσει ἀλλ᾽ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς
2Co 11:7 ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν
2Co 11:8ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν
2Co 11:9καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω
2Co 11:10ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας
2Co 11:11διὰ τί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς θεὸς οἶδεν
2Co 11:12 δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς
2Co 11:13οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ
2Co 11:14καὶ οὐ θαῦμα αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός
2Co 11:15οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν
2Co 11:16πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι
2Co 11:17 λαλῶ οὐ κατὰ κύριον λαλῶ ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως
2Co 11:18ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα κἀγὼ καυχήσομαι
2Co 11:19ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες
2Co 11:20ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει
2Co 11:21κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν ἐν δ᾽ ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ
2Co 11:22Ἑβραῖοί εἰσιν κἀγώ Ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα Ἀβραάμ εἰσιν κἀγώ
2Co 11:23διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν φυλακαῖς περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις
2Co 11:24ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον
2Co 11:25τρὶς ἐραβδίσθην ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα
2Co 11:26ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσσῃ κινδύνοις ἐν ψευδαδέλφοις
2Co 11:27κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι
2Co 11:28χωρὶς τῶν παρεκτὸς ἐπίστασίς μοι καθ᾽ ἡμέραν μέριμνα πασῶν τῶν ἐκκλησιῶν
2Co 11:29τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι
2Co 11:30εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι
2Co 11:31 θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι
2Co 11:32ἐν Δαμασκῷ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με
2Co 11:33καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

2 Corinthians Chapter 11 — Additional Translations: