Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Πέτρου (1 Peter) 4 :: Morphological Greek New Testament (MGNT)

1Pe 4:1Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε ὅτι παθὼν σαρκὶ πέπαυται ἁμαρτίας
1Pe 4:2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον
1Pe 4:3ἀρκετὸς γὰρ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις ἐπιθυμίαις οἰνοφλυγίαις κώμοις πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις
1Pe 4:4ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες
1Pe 4:5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς
1Pe 4:6εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι
1Pe 4:7πάντων δὲ τὸ τέλος ἤγγικεν σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς
1Pe 4:8πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν
1Pe 4:9φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ
1Pe 4:10ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ
1Pe 4:11εἴ τις λαλεῖ ὡς λόγια θεοῦ εἴ τις διακονεῖ ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ θεός ἵνα ἐν πᾶσιν δοξάζηται θεὸς διὰ Ἰησοῦ Χριστοῦ ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
1Pe 4:12ἀγαπητοί μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος
1Pe 4:13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι
1Pe 4:14εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ μακάριοι ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται
1Pe 4:15μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος
1Pe 4:16εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ
1Pe 4:17ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ
1Pe 4:18καὶ εἰ δίκαιος μόλις σῴζεται ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται
1Pe 4:19ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

Translations available: King James Version, New King James Version, New Living Translation, New International Version, English Standard Version, Christian Standard Bible, New American Standard Bible 2020, New American Standard Bible 1995, Legacy Standard Bible 2021, New English Translation, Revised Standard Version, American Standard Version, Young's Literal Translation, Darby Translation, Webster's Bible, Hebrew Names Version, Reina-Valera 1960, Latin Vulgate, Westminster Leningrad Codex, Septuagint, Morphological Greek New Testament, and Textus Receptus.