Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Ιωάννη (1 John) 5 :: Morphological Greek New Testament (MGNT)

1Jo 5:1πᾶς πιστεύων ὅτι Ἰησοῦς ἐστιν Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται καὶ πᾶς ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ
1Jo 5:2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν
1Jo 5:3αὕτη γάρ ἐστιν ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν
1Jo 5:4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον καὶ αὕτη ἐστὶν νίκη νικήσασα τὸν κόσμον πίστις ἡμῶν
1Jo 5:5τίς δέ ἐστιν νικῶν τὸν κόσμον εἰ μὴ πιστεύων ὅτι Ἰησοῦς ἐστιν υἱὸς τοῦ θεοῦ
1Jo 5:6οὗτός ἐστιν ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν ὅτι τὸ πνεῦμά ἐστιν ἀλήθεια
1Jo 5:7ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες
1Jo 5:8τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν
1Jo 5:9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν ὅτι αὕτη ἐστὶν μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ
1Jo 5:10 πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ
1Jo 5:11καὶ αὕτη ἐστὶν μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν θεός καὶ αὕτη ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν
1Jo 5:12 ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει
1Jo 5:13ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ
1Jo 5:14καὶ αὕτη ἐστὶν παρρησία ἣν ἔχομεν πρὸς αὐτόν ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν
1Jo 5:15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ἐὰν αἰτώμεθα οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ᾐτήκαμεν ἀπ᾽ αὐτοῦ
1Jo 5:16ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον αἰτήσει καὶ δώσει αὐτῷ ζωήν τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον ἔστιν ἁμαρτία πρὸς θάνατον οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ
1Jo 5:17πᾶσα ἀδικία ἁμαρτία ἐστίν καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον
1Jo 5:18οἴδαμεν ὅτι πᾶς γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει ἀλλ᾽ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν καὶ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ
1Jo 5:19οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν καὶ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται
1Jo 5:20οἴδαμεν δὲ ὅτι υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ οὗτός ἐστιν ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος
1Jo 5:21τεκνία φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 John Chapter 5 — Additional Translations: