Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Ιωάννη (1 John) 2 :: Morphological Greek New Testament (MGNT)

1Jo 2:1τεκνία μου ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε καὶ ἐάν τις ἁμάρτῃ παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον
1Jo 2:2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου
1Jo 2:3καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
1Jo 2:4 λέγων ὅτι ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν καὶ ἐν τούτῳ ἀλήθεια οὐκ ἔστιν
1Jo 2:5ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον ἀληθῶς ἐν τούτῳ ἀγάπη τοῦ θεοῦ τετελείωται ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν
1Jo 2:6 λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς οὕτως περιπατεῖν
1Jo 2:7ἀγαπητοί οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν ἀλλ᾽ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ᾽ ἀρχῆς ἐντολὴ παλαιά ἐστιν λόγος ὃν ἠκούσατε
1Jo 2:8πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν ὅτι σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει
1Jo 2:9 λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι
1Jo 2:10 ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν
1Jo 2:11 δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδεν ποῦ ὑπάγει ὅτι σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ
1Jo 2:12γράφω ὑμῖν τεκνία ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ
1Jo 2:13γράφω ὑμῖν πατέρες ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς γράφω ὑμῖν νεανίσκοι ὅτι νενικήκατε τὸν πονηρόν (MGNT 2:14) ἔγραψα ὑμῖν παιδία ὅτι ἐγνώκατε τὸν πατέρα
1Jo 2:14ἔγραψα ὑμῖν πατέρες ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς ἔγραψα ὑμῖν νεανίσκοι ὅτι ἰσχυροί ἐστε καὶ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν
1Jo 2:15μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ ἐάν τις ἀγαπᾷ τὸν κόσμον οὐκ ἔστιν ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ
1Jo 2:16ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστίν
1Jo 2:17καὶ κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα
1Jo 2:18παιδία ἐσχάτη ὥρα ἐστίν καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν
1Jo 2:19ἐξ ἡμῶν ἐξῆλθαν ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν εἰ γὰρ ἐξ ἡμῶν ἦσαν μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν
1Jo 2:20καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντες
1Jo 2:21οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ᾽ ὅτι οἴδατε αὐτήν καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν
1Jo 2:22τίς ἐστιν ψεύστης εἰ μὴ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν Χριστός οὗτός ἐστιν ἀντίχριστος ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν
1Jo 2:23πᾶς ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει
1Jo 2:24ὑμεῖς ἠκούσατε ἀπ᾽ ἀρχῆς ἐν ὑμῖν μενέτω ἐὰν ἐν ὑμῖν μείνῃ ἀπ᾽ ἀρχῆς ἠκούσατε καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε
1Jo 2:25καὶ αὕτη ἐστὶν ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον
1Jo 2:26ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς
1Jo 2:27καὶ ὑμεῖς τὸ χρῖσμα ἐλάβετε ἀπ᾽ αὐτοῦ μένει ἐν ὑμῖν καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος καὶ καθὼς ἐδίδαξεν ὑμᾶς μένετε ἐν αὐτῷ
1Jo 2:28καὶ νῦν τεκνία μένετε ἐν αὐτῷ ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
1Jo 2:29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν γινώσκετε ὅτι καὶ πᾶς ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται
MGNT Footnotes
Some portions of the New Testament have small, consistent differences in verse numbering between the Greek and English texts.
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 John Chapter 2 — Additional Translations: