Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 7 :: Morphological Greek New Testament (MGNT)

1Co 7:1περὶ δὲ ὧν ἐγράψατε καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι
1Co 7:2διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
1Co 7:3τῇ γυναικὶ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί
1Co 7:4 γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἀνήρ ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ γυνή
1Co 7:5μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν
1Co 7:6τοῦτο δὲ λέγω κατὰ συγγνώμην οὐ κατ᾽ ἐπιταγήν
1Co 7:7θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ μὲν οὕτως δὲ οὕτως
1Co 7:8λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ
1Co 7:9εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖττον γάρ ἐστιν γαμῆσαι πυροῦσθαι
1Co 7:10τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
1Co 7:11ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
1Co 7:12τοῖς δὲ λοιποῖς λέγω ἐγώ οὐχ κύριος εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ μὴ ἀφιέτω αὐτήν
1Co 7:13καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς μὴ ἀφιέτω τὸν ἄνδρα
1Co 7:14ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
1Co 7:15εἰ δὲ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς θεός
1Co 7:16τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
1Co 7:17εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν κύριος ἕκαστον ὡς κέκληκεν θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι
1Co 7:18περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστίᾳ κέκληταί τις μὴ περιτεμνέσθω
1Co 7:19 περιτομὴ οὐδέν ἐστιν καὶ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν θεοῦ
1Co 7:20ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη ἐν ταύτῃ μενέτω
1Co 7:21δοῦλος ἐκλήθης μή σοι μελέτω ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι
1Co 7:22 γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
1Co 7:23τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων
1Co 7:24ἕκαστος ἐν ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ θεῷ
1Co 7:25περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι
1Co 7:26νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι
1Co 7:27δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα
1Co 7:28ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
1Co 7:29τοῦτο δέ φημι ἀδελφοί καιρὸς συνεσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν
1Co 7:30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
1Co 7:31καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
1Co 7:32θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσῃ τῷ κυρίῳ
1Co 7:33 δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί
1Co 7:34καὶ μεμέρισται καὶ γυνὴ ἄγαμος καὶ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου ἵνα ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί
1Co 7:35τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως
1Co 7:36εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
1Co 7:37ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει
1Co 7:38ὥστε καὶ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ μὴ γαμίζων κρεῖσσον ποιήσει
1Co 7:39γυνὴ δέδεται ἐφ᾽ ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ἀνήρ ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι μόνον ἐν κυρίῳ
1Co 7:40μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Corinthians Chapter 7 — Additional Translations: