Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 5 :: Morphological Greek New Testament (MGNT)

1Co 5:1ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν
1Co 5:2καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν τὸ ἔργον τοῦτο πράξας
1Co 5:3ἐγὼ μὲν γάρ ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
1Co 5:4ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ
1Co 5:5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου
1Co 5:6οὐ καλὸν τὸ καύχημα ὑμῶν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ
1Co 5:7ἐκκαθάρατε τὴν παλαιὰν ζύμην ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός
1Co 5:8ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας
1Co 5:9ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις
1Co 5:10οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου τοῖς πλεονέκταις καὶ ἅρπαξιν εἰδωλολάτραις ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν
1Co 5:11νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος πλεονέκτης εἰδωλολάτρης λοίδορος μέθυσος ἅρπαξ τῷ τοιούτῳ μηδὲ συνεσθίειν
1Co 5:12τί γάρ μοι τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε
1Co 5:13τοὺς δὲ ἔξω θεὸς κρινεῖ ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Corinthians Chapter 5 — Additional Translations: