Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 3 :: Morphological Greek New Testament (MGNT)

1Co 3:1κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστῷ
1Co 3:2γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα οὔπω γὰρ ἐδύνασθε ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε
1Co 3:3ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε
1Co 3:4ὅταν γὰρ λέγῃ τις ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ ἐγὼ Ἀπολλῶ οὐκ ἄνθρωποί ἐστε
1Co 3:5τί οὖν ἐστιν Ἀπολλῶς τί δέ ἐστιν Παῦλος διάκονοι δι᾽ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς κύριος ἔδωκεν
1Co 3:6ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλὰ θεὸς ηὔξανεν
1Co 3:7ὥστε οὔτε φυτεύων ἐστίν τι οὔτε ποτίζων ἀλλ᾽ αὐξάνων θεός
1Co 3:8 φυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον
1Co 3:9θεοῦ γάρ ἐσμεν συνεργοί θεοῦ γεώργιον θεοῦ οἰκοδομή ἐστε
1Co 3:10κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ
1Co 3:11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός
1Co 3:12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην
1Co 3:13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει
1Co 3:14εἴ τινος τὸ ἔργον μενεῖ ἐποικοδόμησεν μισθὸν λήμψεται
1Co 3:15εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός
1Co 3:16οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν
1Co 3:17εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει φθερεῖ τοῦτον θεός γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς
1Co 3:18μηδεὶς ἑαυτὸν ἐξαπατάτω εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός
1Co 3:19 γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν γέγραπται γάρ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν
1Co 3:20καὶ πάλιν κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι
1Co 3:21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμῶν ἐστιν
1Co 3:22εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα πάντα ὑμῶν
1Co 3:23ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ θεοῦ
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Corinthians Chapter 3 — Additional Translations: