Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 12 :: Morphological Greek New Testament (MGNT)

1Co 12:1περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν
1Co 12:2οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι
1Co 12:3διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦς καὶ οὐδεὶς δύναται εἰπεῖν κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ
1Co 12:4διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ πνεῦμα
1Co 12:5καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ αὐτὸς κύριος
1Co 12:6καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν δὲ αὐτὸς θεός ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
1Co 12:7ἑκάστῳ δὲ δίδοται φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον
1Co 12:8 μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα
1Co 12:9ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι
1Co 12:10ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν
1Co 12:11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται
(cf. Eph 4:1–16 )
1Co 12:12καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ Χριστός
1Co 12:13καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν
1Co 12:14καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά
1Co 12:15ἐὰν εἴπῃ πούς ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
1Co 12:16καὶ ἐὰν εἴπῃ τὸ οὖς ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
1Co 12:17εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ὄσφρησις
1Co 12:18νυνὶ δὲ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν
1Co 12:19εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα
1Co 12:20νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα
1Co 12:21οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί χρείαν σου οὐκ ἔχω πάλιν κεφαλὴ τοῖς ποσίν χρείαν ὑμῶν οὐκ ἔχω
1Co 12:22ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν
1Co 12:23καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει
1Co 12:24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει ἀλλὰ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν
1Co 12:25ἵνα μὴ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη
1Co 12:26καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη
1Co 12:27ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους
1Co 12:28καὶ οὓς μὲν ἔθετο θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσῶν
1Co 12:29μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις
1Co 12:30μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν
1Co 12:31ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Corinthians Chapter 12 — Additional Translations: