Previous Chapter Full Page Full Page Next Chapter

Α΄ Κορινθίους (1 Corinthians) 10 :: Morphological Greek New Testament (MGNT)

1Co 10:1οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον
1Co 10:2καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
1Co 10:3καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον
1Co 10:4καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας πέτρα δὲ ἦν Χριστός
1Co 10:5ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ
1Co 10:6ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν
1Co 10:7μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥσπερ γέγραπται ἐκάθισεν λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν
1Co 10:8μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες
1Co 10:9μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο
1Co 10:10μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ
1Co 10:11ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν
1Co 10:12ὥστε δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ
1Co 10:13πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστὸς δὲ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν
1Co 10:14διόπερ ἀγαπητοί μου φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας
1Co 10:15ὡς φρονίμοις λέγω κρίνατε ὑμεῖς φημι
1Co 10:16τὸ ποτήριον τῆς εὐλογίας εὐλογοῦμεν οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν
1Co 10:17ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν
1Co 10:18βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν
1Co 10:19τί οὖν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ὅτι εἴδωλόν τί ἐστιν
1Co 10:20ἀλλ᾽ ὅτι θύουσιν δαιμονίοις καὶ οὐ θεῷ θύουσιν οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι
1Co 10:21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
1Co 10:22 παραζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν
(cf. Psa 24:1 )
1Co 10:23πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ
1Co 10:24μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου
1Co 10:25πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
1Co 10:26τοῦ κυρίου γὰρ γῆ καὶ τὸ πλήρωμα αὐτῆς
1Co 10:27εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
1Co 10:28ἐὰν δέ τις ὑμῖν εἴπῃ τοῦτο ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν
1Co 10:29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἱνατί γὰρ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως
1Co 10:30εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ
1Co 10:31εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάντα εἰς δόξαν θεοῦ ποιεῖτε
1Co 10:32ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ
1Co 10:33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν
Translation Copyright Logo

This Greek text is very similar to the Nestle-Aland 27th edition text. Our thanks to the MorphGNT SBLGNT project.

The SBLGNT text itself is subject to the SBLGNT EULA and the morphological parsing and lemmatization is made available under a CC-BY-SA License.

1 Corinthians Chapter 10 — Additional Translations: