Previous Chapter Full Page Full Page Next Chapter

Ζαχαρίας (Zechariah) 12 :: Septuagint (LXX)

Zec 12:1(LXX 12:1) λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ
Zec 12:2(LXX 12:2) ἰδοὺ ἐγὼ τίθημι τὴν Ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ
Zec 12:3(LXX 12:3) καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν πᾶς καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς
Zec 12:4(LXX 12:4) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει
Zec 12:5(LXX 12:5) καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι θεῷ αὐτῶν
Zec 12:6(LXX 12:6) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ᾽ ἑαυτήν
Zec 12:7(LXX 12:7) καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ᾽ ἀρχῆς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν
Zec 12:8(LXX 12:8) καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν
Zec 12:9(LXX 12:9) καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ
Zec 12:10(LXX 12:10) καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ᾽ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ
Zec 12:11(LXX 12:11) ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου
Zec 12:12(LXX 12:12) καὶ κόψεται γῆ κατὰ φυλὰς φυλάς φυλὴ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ οἶκου Δαυιδ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
Zec 12:13(LXX 12:13) φυλὴ οἴκου Λευι καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς φυλὴ τοῦ Συμεων καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
Zec 12:14(LXX 12:14) πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Zechariah Chapter 12 — Additional Translations: