Previous Chapter Full Page Full Page Next Chapter

Άσμα Ασμάτων (Song of Songs) 2 :: Septuagint (LXX)

Sng 2:1ἐγὼ ἄνθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων
Sng 2:2ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν οὕτως πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων
Sng 2:3ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου
Sng 2:4εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου τάξατε ἐπ᾽ ἐμὲ ἀγάπην
Sng 2:5στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ
Sng 2:6εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με
Sng 2:7ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ
Sng 2:8φωνὴ ἀδελφιδοῦ μου ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς
Sng 2:9ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων
Sng 2:10ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ πλησίον μου καλή μου περιστερά μου
Sng 2:11ὅτι ἰδοὺ χειμὼν παρῆλθεν ὑετὸς ἀπῆλθεν ἐπορεύθη ἑαυτῷ
Sng 2:12τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ καιρὸς τῆς τομῆς ἔφθακεν φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν
Sng 2:13 συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ πλησίον μου καλή μου περιστερά μου
Sng 2:14καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι φωνή σου ἡδεῖα καὶ ὄψις σου ὡραία
Sng 2:15πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν
Sng 2:16ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτῷ ποιμαίνων ἐν τοῖς κρίνοις
Sng 2:17ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τῷ δόρκωνι νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Song of Songs Chapter 2 — Additional Translations: