Previous Chapter Full Page Full Page Next Chapter

Ρουθ (Ruth) 4 :: Septuagint (LXX)

Rth 4:1καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ καὶ ἰδοὺ ἀγχιστευτὴς παρεπορεύετο ὃν εἶπεν Βοος καὶ εἶπεν πρὸς αὐτὸν Βοος ἐκκλίνας κάθισον ὧδε κρύφιε καὶ ἐξέκλινεν καὶ ἐκάθισεν
Rth 4:2καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν καθίσατε ὧδε καὶ ἐκάθισαν
Rth 4:3καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ τὴν μερίδα τοῦ ἀγροῦ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Αβιμελεχ δέδοται Νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωαβ
Rth 4:4κἀγὼ εἶπα ἀποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι κἀγώ εἰμι μετὰ σέ δὲ εἶπεν ἐγώ εἰμι ἀγχιστεύσω
Rth 4:5καὶ εἶπεν Βοος ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ
Rth 4:6καὶ εἶπεν ἀγχιστεύς οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ μήποτε διαφθείρω τὴν κληρονομίαν μου ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι
Rth 4:7καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ καὶ τοῦτο ἦν μαρτύριον ἐν Ισραηλ
Rth 4:8καὶ εἶπεν ἀγχιστεὺς τῷ Βοος κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ
Rth 4:9καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων ἐκ χειρὸς Νωεμιν
Rth 4:10καί γε Ρουθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ μάρτυρες ὑμεῖς σήμερον
Rth 4:11καὶ εἴποσαν πᾶς λαὸς οἱ ἐν τῇ πύλῃ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ
Rth 4:12καὶ γένοιτο οἶκός σου ὡς οἶκος Φαρες ὃν ἔτεκεν Θαμαρ τῷ Ιουδα ἐκ τοῦ σπέρματος οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης
Rth 4:13καὶ ἔλαβεν Βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν καὶ ἔτεκεν υἱόν
Rth 4:14καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ
Rth 4:15καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου ὅτι νύμφη σου ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς
Rth 4:16καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν
Rth 4:17καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τῇ Νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ οὗτος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ
Rth 4:18καὶ αὗται αἱ γενέσεις Φαρες Φαρες ἐγέννησεν τὸν Εσρων
Rth 4:19Εσρων δὲ ἐγέννησεν τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ
Rth 4:20καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν
Rth 4:21καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ
Rth 4:22καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Ruth Chapter 4 — Additional Translations: