Previous Chapter Full Page Full Page Next Chapter

Ρουθ (Ruth) 1 :: Septuagint (LXX)

Rth 1:1καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ αὐτὸς καὶ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ
Rth 1:2καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ
Rth 1:3καὶ ἀπέθανεν Αβιμελεχ ἀνὴρ τῆς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς
Rth 1:4καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας ὄνομα τῇ μιᾷ Ορφα καὶ ὄνομα τῇ δευτέρᾳ Ρουθ καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη
Rth 1:5καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλων καὶ Χελαιων καὶ κατελείφθη γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς
Rth 1:6καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους
Rth 1:7καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾽ αὐτῆς καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα
Rth 1:8καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς ποιήσαι κύριος μεθ᾽ ὑμῶν ἔλεος καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ᾽ ἐμοῦ
Rth 1:9δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς καὶ κατεφίλησεν αὐτάς καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
Rth 1:10καὶ εἶπαν αὐτῇ μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου
Rth 1:11καὶ εἶπεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ᾽ ἐμοῦ μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας
Rth 1:12ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς
Rth 1:13μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου
Rth 1:14καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς Ρουθ δὲ ἠκολούθησεν αὐτῇ
Rth 1:15καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου
Rth 1:16εἶπεν δὲ Ρουθ μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθῇς πορεύσομαι καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι λαός σου λαός μου καὶ θεός σου θεός μου
Rth 1:17καὶ οὗ ἐὰν ἀποθάνῃς ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
Rth 1:18ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾽ αὐτῆς ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι
Rth 1:19ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πᾶσα πόλις ἐπ᾽ αὐταῖς καὶ εἶπον αὕτη ἐστὶν Νωεμιν
Rth 1:20καὶ εἶπεν πρὸς αὐτάς μὴ δὴ καλεῖτέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ἱκανὸς σφόδρα
Rth 1:21ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με κύριος καὶ ἵνα τί καλεῖτέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ἱκανὸς ἐκάκωσέν με
Rth 1:22καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ Μωαβῖτις νύμφη αὐτῆς ἐπιστρέφουσα ἐξ ἀγροῦ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Ruth Chapter 1 — Additional Translations: