Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 98 :: Septuagint (LXX)

Psa 98:1(LXX 97:1) ψαλμὸς τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ δεξιὰ αὐτοῦ καὶ βραχίων ἅγιος αὐτοῦ
Psa 98:2(LXX 97:2) ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
Psa 98:3(LXX 97:3) ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
Psa 98:4(LXX 97:4) ἀλαλάξατε τῷ θεῷ πᾶσα γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε
Psa 98:5(LXX 97:5) ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ
Psa 98:6(LXX 97:6) ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου
Psa 98:7(LXX 97:7) σαλευθήτω θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ
Psa 98:8(LXX 97:8) ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται
Psa 98:9(LXX 97:9) ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 98 — Additional Translations: