Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 94 :: Septuagint (LXX)

Psa 94:1(LXX 93:1) ψαλμὸς τῷ Δαυιδ τετράδι σαββάτων θεὸς ἐκδικήσεων κύριος θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο
Psa 94:2(LXX 93:2) ὑψώθητι κρίνων τὴν γῆν ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις
Psa 94:3(LXX 93:3) ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται
Psa 94:4(LXX 93:4) φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
Psa 94:5(LXX 93:5) τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
Psa 94:6(LXX 93:6) χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν
Psa 94:7(LXX 93:7) καὶ εἶπαν οὐκ ὄψεται κύριος οὐδὲ συνήσει θεὸς τοῦ Ιακωβ
Psa 94:8(LXX 93:8) σύνετε δή ἄφρονες ἐν τῷ λαῷ καί μωροί ποτὲ φρονήσατε
Psa 94:9(LXX 93:9) φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ
Psa 94:10(LXX 93:10) παιδεύων ἔθνη οὐχὶ ἐλέγξει διδάσκων ἄνθρωπον γνῶσιν
Psa 94:11(LXX 93:11) κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι
Psa 94:12(LXX 93:12) μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς κύριε καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν
Psa 94:13(LXX 93:13) τοῦ πραῦναι αὐτῷ ἀφ᾽ ἡμερῶν πονηρῶν ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος
Psa 94:14(LXX 93:14) ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει
Psa 94:15(LXX 93:15) ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ διάψαλμα
Psa 94:16(LXX 93:16) τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
Psa 94:17(LXX 93:17) εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ψυχή μου
Psa 94:18(LXX 93:18) εἰ ἔλεγον σεσάλευται πούς μου τὸ ἔλεός σου κύριε βοηθεῖ μοι
Psa 94:19(LXX 93:19) κύριε κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου
Psa 94:20(LXX 93:20) μὴ συμπροσέσται σοι θρόνος ἀνομίας πλάσσων κόπον ἐπὶ προστάγματι
Psa 94:21(LXX 93:21) θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται
Psa 94:22(LXX 93:22) καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ θεός μου εἰς βοηθὸν ἐλπίδος μου
Psa 94:23(LXX 93:23) καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος θεὸς ἡμῶν
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).