Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 92 :: Septuagint (LXX)

Psa 92:1(LXX 91:1) ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου (91:2) ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου ὕψιστε
Psa 92:2(LXX 91:3) τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
Psa 92:3(LXX 91:4) ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾽ ᾠδῆς ἐν κιθάρᾳ
Psa 92:4(LXX 91:5) ὅτι εὔφρανάς με κύριε ἐν τῷ ποιήματί σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι
Psa 92:5(LXX 91:6) ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου
Psa 92:6(LXX 91:7) ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταῦτα
Psa 92:7(LXX 91:8) ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
Psa 92:8(LXX 91:9) σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα κύριε
Psa 92:9(LXX 91:10) ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
Psa 92:10(LXX 91:11) καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι
Psa 92:11(LXX 91:12) καὶ ἐπεῖδεν ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ᾽ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου
Psa 92:12(LXX 91:13) δίκαιος ὡς φοῖνιξ ἀνθήσει ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Psa 92:13(LXX 91:14) πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν
Psa 92:14(LXX 91:15) ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται
Psa 92:15(LXX 91:16) τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 92 — Additional Translations: