Previous Chapter Full Page Full Page Next Chapter

Ψαλμοί (Psalm) 88 :: Septuagint (LXX)

Psa 88:1(LXX 87:1) ᾠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε εἰς τὸ τέλος ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι συνέσεως Αιμαν τῷ Ισραηλίτῃ (87:2) κύριε θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
Psa 88:2(LXX 87:3) εἰσελθάτω ἐνώπιόν σου προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου κύριε
Psa 88:3(LXX 87:4) ὅτι ἐπλήσθη κακῶν ψυχή μου καὶ ζωή μου τῷ ᾅδῃ ἤγγισεν
Psa 88:4(LXX 87:5) προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος
Psa 88:5(LXX 87:6) ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν
Psa 88:6(LXX 87:7) ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου
Psa 88:7(LXX 87:8) ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ᾽ ἐμὲ ἐπήγαγες διάψαλμα
Psa 88:8(LXX 87:9) ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς παρεδόθην καὶ οὐκ ἐξεπορευόμην
Psa 88:9(LXX 87:10) οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
Psa 88:10(LXX 87:11) μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι
Psa 88:11(LXX 87:12) μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ
Psa 88:12(LXX 87:13) μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ
Psa 88:13(LXX 87:14) κἀγὼ πρὸς σέ κύριε ἐκέκραξα καὶ τὸ πρωὶ προσευχή μου προφθάσει σε
Psa 88:14(LXX 87:15) ἵνα τί κύριε ἀπωθεῖς τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ
Psa 88:15(LXX 87:16) πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
Psa 88:16(LXX 87:17) ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
Psa 88:17(LXX 87:18) ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
Psa 88:18(LXX 87:19) ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας
Translation Copyright Logo

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

Psalm Chapter 88 — Additional Translations: